Ancient Greek
786.6
Synesius Phil., Epistulae 786.6
Unproofread scanNot analysed yet
ζα’ Τρωίλῳ. Πάλαι μὲν ἀπραγμονεστέρας ἐποιούμην τὰς πρὸς b τοὺς ἐταίρους ἐντεύξεις καὶ παρὼν καὶ γράφων, ζῶν γὰρ ἐπὶ τῶν βιβλίων τρόπον τινὰ ἀσύντακτος πᾶσῃ πόλει καὶ πολιτείᾳ· νυνὶ δὲ (ἐπτάσῃ γὰρ ὁ θεὸς εἰς ἀποσδετεγμένον χωρίον οἰκεῖν, καὶ αὐτὸν ἔχειν τινὰ τάξιν ἐν τῇ πόλει καὶ ζῆν ἐν διηριθμημένοις ἀνθρώποις) βουλοίμην ἂν ὁρελος γενέσθαι τοῖς συλλαχοῦσι, καὶ ποιεῖν ἄγαθὸν σ’ τι δυναίμην, καὶ ἑκάστον ἴδια καὶ τὴν πόλιν κοινῇ, ἵν’ ὁρῶν τε καὶ ὁρώμην ἡδέως παρὰ τῶν ὧς ἂν εἴποι τις σύμπλκων τοῦ βίου. εἰ τι τοίνυν Μαρτύριος ὄναιτο τῆς δι’ αὐτὸν γενομένης ἐπιστολῆς, ἴσθι μοι χαρισάμενος ἐν ἀνδρὶ συνδιημερεύοντι, καὶ ναὶ μὰ τοὺς λόγους ταμὰ καὶ σὰ παιδικά, πολλά- c κισ εἰς τὸ συνεῖναι μοι πολὺ καὶ τῆς νυκτὸς μέρος ἐπιλαμβάνοντι.