Ancient Greek
791.3
Synesius Phil., Epistulae 791.3
Unproofread scanNot analysed yet
48. Τῷ αὐτῷ. Καινὸς οὖτος τρόπος ἐπιτιθεύεται παρ’ ἡμῶν χρείας ἐπιστολῶν. οὐ γὰρ ἵνα συστηθῶ τῇ φιλίᾳ τῇ σῇ τὸν ἐπιδιδόντα τὴν ἐπιστολὴν γέγραφα, ἵνα δὲ σοὶ τὸν ἄνδρα χαρίσωμαι, κέρδος οὐ μικρὸν ἐσόμενον σοὶ τε καὶ τῷ μεγάλῳ Διογένει τοῖς σοῖς παιδικοῖς. καὶ μὴ χαλεπῇναι εἰ κέρδος οὐχ ὑμᾶς Θεοτίμῳ, Θεοτίμον δὲ ὑμῖν εἶναι δοκιμάζω καὶ λέγω. ἀλλὰ τοῦτο, εἰ γε ποιητὴς ἄνθρω τῶν νῦν ἐνθεώτατος, δυνάμεως δὲ δεῖται τις ποιητικῆς, ἵνα καὶ τοῖς μετέπειτα δόξῃ καὶ μηδὲ τοὺς ἀπόντας λάθῃ. τὰ γὰρ μεγάλα τῶν ἔργων (238) ἂν μὴ τύχῃ λόγων χρησίμων, ἀπορρεῖ τῆς μνήμης καὶ λήθην ἀπίσγεται, παρ’ αὐτὸν μόνον τὸν τοῦ πράττεσθαι καιρὸν ἐν τοῖς ὁρώσιν ἀνθίσταται. ταύτη τε οὖν τιμητέον ὑμῖν τὸ ἔρμαιον καὶ ἀντὶ παντὸς σπουδαστέον, καὶ διόκα τῆς χρείας· αἰδοὶ γὰρ Μουσῶν τοὺς ἱερεῖς αὐτῶν ἄξιον περιέπειν καὶ μὴ δευτέρους τίθεσθαι τῶν κολακεύειν τὰς θύρας εἰδότων. προσκείσθω καὶ τρίτη τις αἰτία τῆς παρ’ ἡμῶν εἰς τὸν ἄνδρα τιμῆς, Συνέσιος ἀγαθὸς εἰς αὐτὸν πάντα, ἐφ’ οἷς ἀνθρώπους ἄνθρωποι καὶ ἐπαινιοῦσι καὶ μακαρίζουσιν. ἐρωμένους διαβιώσας, πάντων ἔνεκα ἐμοὶ τίμιοι. προσαγορεύουσι τὴν ἱερὰν σου διάθεσιν πάντες οἱ τὴν αὐτὴν ἡμῖν οἰκίαν οἰκοῦντες, ἐξ ἀπάντων δὲ μάλιστα ὁ σὸς Ἰσίων· καὶ ἡμεῖς τοὺς ἄμα σοί, μάλιστα δὲ τὸν ἐμὸν Ἀβράμιον. τῷ κόμῃ τῷ δεῦναι δὲ γέγραφα αὐτὸς δοκιμάσεις εἰτε καὶ μή.