Ancient Greek
791.5
Synesius Phil., Epistulae 791.5
Unproofread scanNot analysed yet
r. Πυλαμένει. Οὕτος ἐκεῖνος ὁ πολὺς ἐν τοῖς λόγοις ἡμῶν Ἀναστάσιος. καὶ σὲ δ' ἂν αὐτῷ δεῖξας τὸν αὐτὸν ἔπαινον εἶπον ἂν περὶ σοῦ. ὥσπερ οὖν ἐν ἐμοὶ συνελόντες πολλοὶ καὶ τὴν συντυχίαν ἀναγνωρισμῶν ποιησάμενοι φιλοφρονήσασθὲ τε ἀλλήλους, καὶ κοινὴ σκοπεῖτε πῶς ἂν ἀγαθὸν τί με ποιήσατε. σχολὴ δὲ μέγιστον ἀγαθόν, ἣν εἶποι τις ἂν ὥσπερ χώραν πάμφορον ἅπαντα καλὰ φέρειν τῇ τοῦ φιλοσόφου ψυχῇ. χαρπώσομαι δὲ σχολήν, ἂν τοῦ συντετάχθαι τῇ πολιτείᾳ Ῥωμαίων ἀπαλλαγῇναί μοι γένηται. τοῦτο δὲ παρέσται τῆς λειτουργίας ἀνειμένῳ τῆς καταράτου, ἥς τὸ μὲν ἐπὶ βασιλεῖ γέγονα ἔκτος, ἐμαυτὸν δ' ἂν αἰτιασαίμην δικαίως, αἰσχυνθεὶς δύνασθαι σπουδῆς οἰκείας. ἀπολογήσομαι τοίνυν αὐτὸς ἐμαυτῷ. δόξω γὰρ αὐτουργεῖν πάλιν τὴν πρεσβείαν· πάλιν γὰρ ἐμὴ γλῶττα πρεσβεύει. καὶ οὐδείς ἀντερεῖ τῶν Πυθαγόρων ἐπαινισάντων, ὅς τὸν φίλον ἄλλον ἑαυτὸν ὡρίσατο.