Ancient Greek
801.1
Synesius Phil., Epistulae 801.1
Unproofread scanNot analysed yet
μένων καὶ ἀποσφαττόντων ὡσήμεραι δήμους ἀθρούς, στρατιωτῶν δὲ οὐκ ὄντων, ὥστε καὶ φαίνεσθαι. εἰτα λέξεις ὡς οὐκ ἐξὼν ἰδιώταις ἀνθρώποις ὁπλοφορεῖν, ἀποθνῄσκειν δ' ἐξῶν, εἴπερ καὶ ἡ πολιτεία χαλεπαίνει τῷ περαιομένῳ σώζεσθαι; ἀλλ' εἰ μηδὲν ἄλλο κερδανῶ, τὸ γοῦν τοὺς νόμους γενέσθαι κυρίους ἀντὶ τούτων τῶν ἀλαζοτόρων. καὶ πόσου δοκεῖς τοῦτο τιμῶμαι, πάλιν εἰρήνην ἰδεῖν καὶ βῆμα κείμενον καὶ κήρυκα σιγὴν ἐπιτάττοντα. αὐτίκα τεθναῖην τὸ πρῶτον σχῆμα τῆς πατρίδος ἀπολαβούσης.