Ancient Greek
801.2
Synesius Phil., Epistulae 801.2
Unproofread scanNot analysed yet
ρη'. Τῷ αὐτῷ. Ἐμοὶ λόγῳ μεν ἤδη γεγονάσι τριακόσιοι καὶ κοπίδες τοσαῦται, ξίφη δὲ ἀμφῆχι καὶ πρότερον ἤν οὐ πλείω τῶν δέκα· παρ' ἡμῖν δὲ οὐ χαλκεύεται τὰ πᾶν προμηχὴ ταῦτα σιδήρια. ἀλλ' οἶμαι τὰς κοπίδας ἐρωμενέστερον ἐμβάλλειν τοῖς τῶν ἀντιτεταγμένων σώμασι. τούτοις οὖν χρυσόμεθα. εἰ χρηστέον δέ, καὶ χορῦνας ἐζομεν· ἀγαθοὶ δὲ οἱ κότῖνοι παρ' ἡμῖν. ἐνίοις δὲ ἡμῶν εἰσὶ καὶ πελέκεες, ἐτερόσμοιοι παρὰ τὴν ζῶνην ἑκάστῳ, οἷς τὰς ἀσπίδας αὐτῶν ἀλοήσαντες ἐν ἰσῷ στήσομεν αὐτοὺς οἱ μηδὲν ἔχοντες ὅπλον πρόβλημα. ὁ δὲ ἀγών, ὡς εἴκασαι, τῆς ὑστεραίας· τοῖς γὰρ σκοποῖς ἡμῶν προεντυχόντες ἐνιοὶ τῶν πολεμίων καὶ διώξαντες ἀνὰ κράτος, ὡς ἐγνωσαν κρείττους ὄντας ἢ ἐλῦναι, ἐκέλευσαν ἀγγελεῖν ἡμῖν ἅττα (252) ἤδιστα ἡμῖν, εἰ μηκέτι δεήσει πλανᾶσθαι ζητοῦντας ἀνθρώπους ἐνδυομένους ἤπειροῦ πλάτη. μένειν γὰρ ἐρασάν, καὶ θολεῖν μαθεῖν ὅτινες ὄντες ἡμερῶν τοσούτων ὁδὸν ἀποσπάσαι τῆς γῶρας ἐτολμήσαμεν, ἔφ' ᾧ συμμίξει πολεμισταῖς ἀνθρώποις βίον ζῶσι νομαδικὸν καὶ τὰ εἰς πολιτείαν οὕτω καταστησάμενοις, ὥσπερ ἡμεῖς τὰ ἐπὶ τῆς στρατιᾶς. ὡς οὖν αὔριον σὺν τῷ θεῷ τοὺς πολεμίους νικήσωμεν, ἂν μέντοι δέη, πάλιν νικήσωμεν (μηδὲν γὰρ ἀπαίσιον φθεγξαμένη), ἐπισχέπτω σοι τῶν παιδίων ἐπιμεληθήναι. προσήκει δὲ ὅντι θεῷ εἰς αὐτὰ ἀπομνημονεύσαι τὴν χάριν.