Ancient Greek
807.4
Synesius Phil., Epistulae 807.4
Unproofread scanNot analysed yet
᾽Ομήρω μὲν ἐποίηθησαν οἱ στίχοι, ὁ δὲ νοῦς αὐτῶν οὐκ οἶδα εἰ ᾽Αχιλλεῖ περὶ Πατρόκλου μᾶλλον ἄξιος εἰρήσθαι ἢ ἐμοὶ περὶ σοῦ τῆς φιλτάτης τε καὶ εὐεργέτιδος κεφαλῆς. ὡς ἐγώ (μάρτυρα ποιούμαι θεὸν ὃν φιλοσοφία πρεσβεύει) τῆς ἱερᾶς σου καὶ γλυκείας ψυχῆς ἐπὶ μέσης καρδίας ἀγάλμα περιφέρω, καὶ ἐμβομβεῖ μοι ταῖς ἀκοαῖς ἢ θαυμαστὴ σου τῶν σοφῶν λόγων ἠχώ. τῇ πατρίδι δὲ ἐπιδημήσας ἀπὸ τῆς Αἰγύπτου, καὶ δυοῖν ἐνιαυτῶν ἐπιστολὰς ἅμα ἀνεγνωκώς, πλήθος ὅσον δακρύων κατέσπεισα τῶν γραμμάτων· οὐ γὰρ οἷς ἀπελαυθὼν σου διὰ τῶν γεγραμμένων ἡδύμην, ἀλλ᾽ ἠνιῶμην ἀναφέρων ἀπὸ τῶν γεγραμμένων (260) τὴν αἰ ἐμψυχὸν σου συνοῦσίαν, οἷου φίλου τε ἅμα καὶ πατρὸς ὄντως ζῶντος στεροίμην. δεξαίμην ἂν οὖν βαρύτερους ἄγῶνας ὑπὲρ τῆς πατρίδος ἐθελοντής, ἵνα μοι γένοιτο πάλιν πρὸφαις ἀποδημίας. Ἄρα σὲ ποτὲ ἄψομαι, πάτερ ἀληθῶς γνησιώτατε; ἄρα ποτε τὴν ἱερὰν σου κεφαλὴν περιπτύσομαι; ἄρα μεθεξὼ τοῦ συνεδρίου τοῦ διὰ σὲ μακαρίου; εἰ γὰρ γένοιτό μοι τούτων τυχεῖν, ἀποδειξὼ μηκέτι μύθον ὄντα τὸν ἐπὶ Αἴσονι τῷ Θετταλῷ λόγον, ὃν φασιν αἱ ποιήσεις δις ἀνηβῆσαι, νέον ἐκ πρεσβύτου γενομένου.