Ancient Greek
807.5
Synesius Phil., Epistulae 807.5
Unproofread scanNot analysed yet
ῥχδ᾽. Τῇ φιλοσόφῳ. Εἰ δὲ θανόντων περ καταλήδοντ᾽ εἰν ἄϊδο, αὐτὰρ ἐγὼ καὶ κείθι τῆς φίλης Ὑπατίας μεμνήσομαι. ἔγωγε τοι τοὺς πόνους τῆς πατρίδος περιεχόμενος καὶ δυσχεραίνων αὐτὴν ἐφ᾽ οἷς ὁρῶ καθ᾽ ἡμέραν ὅπλα πολέμια καὶ ἀποσφαττομένους ἀνθρώπους ὡσπερ ἱερεῖς, καὶ τὸν ἀέρα διεφθαρμένον ἔλκων ἀπὸ τῆς σήψεως τῶν σωμάτων, καὶ αὐτὸς ἕτερα τοιαῦτα παθεῖν προσδοκῶν (τίς γὰρ εὐελπὶς, ἐν ᾧ καὶ τὸ περιέχον ἐστὶ κατηφέστατον, κατειλημμένον τῇ σκιά τῶν σαρκοφάγων ὄρνέων;) ἀλλὰ καὶ ἐπὶ τούτοις φιλοχωρῶν. τί γὰρ καὶ πάθω, Λίδου ὧν καὶ ἐνταῦθα γεγόνμενος καὶ τῶν πάντων τοὺς τάφους οὐκ ἀτείμους ὁρῶν; διὰ σὲ μοι δοκῶ μόνην ὑπερβήσεσθαι τῆς πατρίδος κἂν λάδωμαι σχολῆς μεταναστεύσειν.