Ancient Greek
816.5
Synesius Phil., Epistulae 816.5
Unproofread scanNot analysed yet
Ὀναίμην τῶν Ἀθηνῶν ὅποσα βούλει, ὥστε μοι δοκῶ πλεῖν ἢ παλαιιστῇ καὶ δακτύλῳ γεγονέναι σοφώτερος. ἔξεστι δὲ καὶ αὐτόθεν τῆς νέας σοφίας πειρᾶν σοί τινα παρασχέιν. ἀμέλει γὰρ Ἀναγυρουθόθεν σοι γράφω, καὶ Σφηττοῦ γέγονα καὶ Θριώζης καὶ Κηφισιάσι καὶ Φαληροῖ. καὶ κακῶς κακῶς δεῦρό με χωμίας ἀπόλοιο ναύκληρος· ὡς οὐδὲν ἔχουσιν αἱ νῦν Ἀθῆναι σμενὸν ἀλλ’ ἢ τὰ κλεινὰ τῶν χωρίων ὀνόματα. καὶ καθάπερ ἱερείου διαπεπραγμένου τὸ δέρμα λείπεται· γνώρισμα τοῦ παλαι ποτὲ ζῴου, οὕτως ἐνθένδε φιλοσοφίας ἐξωμισμένης λείπεται περινοστοῦντα θαυμάζειν τὴν ἀκαδημειαν τε καὶ τὸ Λύκειον καὶ νῆ Διὰ τὴν ποικίλην στοάν, τὴν ἐπώνυμον τῆς Χρυσίππου φιλοσοφίας, νῦν οὐκέτ’ οὖσαν ποικίλην. ὁ γὰρ ἀνθόπατος τὰς σανίδας ἀφεῖλετο, αἵς ἐγκατέθετο τὴν τέχνην ὁ ἐκ Θάσου Πολύγνωτος. νῦν μὲν οὖν ἐν τοῖς καθ’ ἡμᾶς χρόνοις Αἴγυπτος τρέφει τὰς Ὑπατίας δεξαμένη γονάς, αἱ δὲ Ἀθῆναι, παλαι μέν ἦν ἡ πόλις ἑστία σοφῶν, τὸ δὲ νῦν ἔχον σερυνούσιν αὐτὰς οἱ μελιττουργοί. ταῦτ’ ἄρα καὶ ἡ ξυνοψία τῶν σοφιστῶν τῶν Πλουταρχείων, οἵτινες οὐ τῇ φήμῃ τῶν λόγων ἀγείρουσιν ἐν τοῖς θεάτροις τοὺς νέους, ἀλλὰ τοῖς ἐξ Ἑμπεττοῦ σταμνίοις.