Ancient Greek
816.6
Synesius Phil., Epistulae 816.6
Unproofread scanNot analysed yet
Εἰ τῆς Ὀδυσσέως πλάνης κέρδος ἔφησεν Ὅμηρος πολλῶν ἀνθρώπων ἰδεῖν τε ἄστεα καὶ νόον γνῶναι, καὶ ταῦτα τῆς προσωποιώσεως αὐτῷ γενομένης οὐ πρὸς ἄνδρας χαρίεντας ἀλλὰ πρὸς Λαιστρυγόνας καὶ Κύκλωπας, ἥπου θαυμαστῶς ἂν ἥσεν ἡ ποίησις τὴν ἐμὴν τε καὶ σὴν ἀποδημίαν, παρασχούσαν ἡμῖν εἰς παῖραν ἐλθεῖν τῶν καὶ διὰ φήμης ἀπιστουμένων. αὐτόπται γὰρ τοι καὶ αὐτόχοοι γεγόναμεν τῆς γνησίας καθηγεμόνος τῶν φιλοσοφίας ὁργίων. εἰ δὲ καὶ ἄνθρωπικαὶ χρεῖαι τοὺς κοινωνήσαντας διαθέσει συνδέουσιν, ἡμᾶς κατὰ τὸν νοῦν τῶν ἐν ἡμῖν τὸ ἄριστον συγγενομένους θεῖος ἀπαιτεῖ νόμος ταλλήλων τιμῶν. ἐγὼ (273) μὲν οὖν καὶ τῆς σωματικῆς συνηθείας ἀπολελαυκὼς ὁρῶν τε ἀπόντα δοκῶ, τὸ ἐναποτολὲν ἀπὸ τῆς διαθέσεως