Ancient Greek
831.1
Synesius Phil., Epistulae 831.1
Unproofread scanNot analysed yet
εας ἐπιληψίαν αἰσθάνονται μόνοι, τῶν δὲ κατὰ νοῦν ἐπιθυμιῶν μόνοι δέχονται τὰς ἐκλάμψεις. οἱς δυναινοῦσι τὸ νοερὸν ὄμμα φῶς ἀνάπτεσι συγγενὲς ὁ θεός, δ τοῖς τε νοεροῖς τοῦ νοεῖν καὶ τοῖς νοητοῖς αὐτίον τοῦ νοεῖσθαι· καθάπερ τὸ τῆδε φῶς ὅφιν συνάπτει χρώματι, κἂν ἀφέλης, παρόντος ἢ πρὸς αὐτὸ δύναμις ἀνενέργητος. ὑπὲρ δὲ τούτων ἀπάντων σε κριθῶσαν περιμενοῦμεν. κἂν μὲν ψηφίσῃ προοιστέον εἶναι, ῥήτοριν ἄμα καὶ φιλόσοφον ἐκκείσεται· τοὺς μὲν γὰρ ἥσει, τοὺς δὲ ὄνησει, πάντως γε, εἰ μὴ παρὰ σοῦ τῆς δυναμένης κρῖναι διαγεγράφεται. εἰ δὲ μὴ φανείται σοι τῆς τῶν Ἑλλήνων ἀκοῆς ἀξίων, καὶ σὺ δὲ δήπου μετ’ Ἀριστοτέλους πρὸ τοῦ φίλου τὴν ἀλήθειαν ὕψης, πυκνὸν καὶ βαθὺ σχῶδες ἐπηλυγάσεται, καὶ λήσεται τοὺς ἀνθρώπους λελόμενον. ταῦτα μὲν περὶ τούτου. θάτερον δὲ ὁ θεὸς καὶ ἐπέταξε (293) καὶ ἐνέκρινεν, ὅ τῇ φανταστικῇ φύσει χαριστήριον ἀναθέθεται. ἐσκέπται δ’ ἐν αὐτῷ περὶ τῆς εἰδωλικῆς ἀπάτης ψυχῆς, καὶ ἕτερ’ ἅττα προκεχειρίσται δόγματα τῶν οὕτω φιλοσοφηθέντων Ἑλλήσι. καὶ τί ἂν τις ἀπομυκήνοι περὶ αὐτοῦ; ἀλλ’ ἐξεῖργασται μὲν ἐπὶ μιᾶς ἅπαν νυκτός, μᾶλλον δὲ λειψάνου νυκτός, ἢ καὶ τὴν ὅφιν ἤνεγκε τὴν περὶ τοῦ δεῖν αὐτὸ συγγεγράφθαι. ἐστι δὲ οὐ τῶν λόγων οἷς ποὺ καὶ τρίς, ὥσπερ τις ἕτερος ὤν, ἐμαυτοῦ γέγονα μετὰ τῶν παρόντων ἀχραστῶς· καὶ νῦν δοκάκις ἂν ἐπὶ τὸ σύγγραμμα, θαυμαστὴ τις περὶ ἐμὲ διάθεσις γίνεται, καὶ τις ὀμφὴ με θεῖα περιχέεται κατὰ τὴν ποίησιν. εἰ δὲ μή, μόνον τὸ πάθος ἐμοῦ καὶ περὶ ἕτερον δ’ ἂν ταῦτὰ γένοιτο, σὺ καὶ τοῦτο μηνύσαι. σὺ γὰρ δὴ μετ’ ἐμὲ πρώτη τῶν Ἑλλήνων ἐντεύξη. ταῦτα τῶν τέως ἀνειδότων ἀπέστειλα. καὶ ἵνα τελειος ὁ ἀριθμὸς ἦ, προσέθηκα τὸν περὶ τοῦ Δώρου, πάλαι γενόμενον ἐν τῷ καιρῷ τῆς πρεσβείας πρὸς ἄνδρα παρὰ βασιλεῖ παραδυναστεύοντα· καὶ τι τοῦ λόγου τε καὶ τοῦ δώρου Πεντάπολις ὤνατο.