Ancient Greek
831.2
Synesius Phil., Epistulae 831.2
Unproofread scanNot analysed yet
Πάνο σαφῶς δι’ αὐτῶν κατακεμαθηκὼς τῶν ἔργων τὴν σὴν θαυμασίαν κεφαλὴν χαίρουσάν τε φιλανθρωπία καὶ τοῖς δεομένοις χεῖρα βουλομένην ὀρέγειν, ἐπ’ αὐτὸ δὴ τοῦτό σε παρακαλῶ, ἵππον εἰς πεδίον (τοῦτο δὴ τὸ τοῦ λόγου) προτρέπων ἡγοῦμενος. καὶ σοὶ πλεῖον ἢ πρότερον, ὦ φίλη κεφαλὴ, νῦν τὴν φιλανθρωπίαν ἐπιδεικτέον, ὅσω καὶ τὸ πρόσωπον ἐλεεινότερον ἐστι νῦν τὸ εὑ πεισόμενον. γυνὴ τε γὰρ ἐστιν αὕτη, καὶ γυνὴ δυστυχίσασα χηρείαν, εἴτα σὺν ὀρφανῷ παιδίῳ παθοῦσα ἃ ἐπόνουν. ὅστις δὲ ἐστιν ὁ ταύτην ἀδικήσας καὶ ὅ τι καὶ ὅπως, αὐτὴ διδάξει τὴν σὴν καλοκαγαθίαν. ὅρα τοίνυν, ὦ θαυμάσιε, ὅπως ἐπαμύνεις τῇ γυναικὶ καὶ διὰ τὸ καλὸς ἔχον καὶ διὰ τὸ σοὶ πρέπον καὶ δι’ ἐμέ. μεθέξω γὰρ ἐτι σοὶ κάγω τῶν εἰς αὐτὴν γινομένων, συγγενίδα τε οὔσαν ἐμὴν καὶ τεθραμμένην ὑπὸ μητρὶ κοσμίᾳ σωφρόνως παρ’ ἡμῖν.