Ancient Greek
832.3
Synesius Phil., Epistulae 832.3
Unproofread scanNot analysed yet
Ὁ Λαέρτου παὶς ὁ πολύμητις Ὀδυσσεὺς, ὅτε τοὺς θησαυροὺς τῶν ἀνέμων ἐξ Αἰόλου λαβὼν τῆς κραναγῆς Ἰθάκης ἐπέβαινε καὶ τῆς φωνῆς ἤδη τῶν πετεινῶν ἠωτιζέτο, ταῖς τῶν ἐταίρων βουλαῖς ἀποπλαγχθεὶς τῆς πατρίδος ἡλαύνετο· ἡμεῖς δὲ καὶ πετεινῶν φωνὴν καὶ κυνῶν ὕλαξης, ἤδη δὲ καὶ τῶν φίλων αὐτῶν πλησίων γενομένοι καὶ τῆς λαλίας αὐτῶν σχεδὸν ἐπακούοντες αὐθὶς ἀπονοστοῦμεν τῶν ποθουμένων καὶ τῶν ποθούντων στερόμενοι, καὶ στέργομεν τύχην οὕτω κατωργουμένην ἡμῶν ἀχορεστώσ, καὶ χρόνῳ δουλεύομεν καὶ πράγμασιν εἴκομεν, οἷς δάμανται νοῦς καὶ ψυχὴ κάρτα παθαίνεται τῆς ἀνάγκης κατεπειγούσης. αὐτὸς δέ, γλυκύτατε, τὴν ἡμετέραν γινώσκων στοργὴν ἐπεὶ στέργεις ἡμᾶς συνεχῶς ἡμῖν ἐπευχόμενος, ἔφρασο.