Ancient Greek
832.1
Synesius Phil., Epistulae 832.1
Unproofread scanNot analysed yet
Τὰ δίκαια χρήζει συμμάχων, καὶ γίγνονται ἂν οἱ βοηθοῦντες αὐτοῖς εὐδαίμονες, τοῖς ὀρθοῖς ἔχουσι συμ- Τοῖς μὲν ἄλλοις ἅπασιν ἀνθρώποις ἥδυ τὸ ἕαρ ὅτι τὴν ὄψιν τῆς γῆς ἄνθεσι καλλωπίζει καὶ πάντα δείκνυσι λειμῶνας, ἐμοὶ δὲ ὅτι καὶ τοῖς ἄνθεσι τοῖς ἐμοῖς συγγίνεσθαι διὰ γραμμάτων εὐχολίαν παρέχει πολλήν. ἐβουλόμην μὲν γὰρ καὶ αὐταῖς ὁρᾶσιν ὁμᾶς θεωρεῖν· ἐπεὶ δὲ τοῦτο οὐκ ἔστι, ὅπερ ἐνὶ μετὰ πολλῆς ποιῶ τῆς προθυμίας, διὰ γραμμάτων ὁμῶν ὁμιλῶν. καὶ οὖχ οὕτω ναῦται καὶ πλωτῆρες μεθ' ἡδονῆς τὰ θαλάττια τέμνουσι νῶτα κείνης τοῦ ἔτους τῆς ὥρας ἐπιστάσης, ὡς ἐγὼ κάλαμον καὶ γάρτην καὶ μέλαν μεταχειρίζομαι, μέλλων ἐπιστέλλειν ὁμῶν τῇ ἐμμελείᾳ· παρὰ μὲν γὰρ τὸν τοῦ χειμῶνος καιρὸν τοῦ χρομοῦ πάντα πηγνύντος καὶ τῆς ἀφάτου χιόνος τὰς ὁδοὺς ἀποτειχιζούσης οὐδὲ ἐξελθεῖν τις ἡμῖν ἐπιχωριάζειν ἠνεῖχετο οὔτε ἐντεῦθεν ἀναστῆναι. διὸ καὶ ἡμεῖς καθάπερ ἐν δεσμοτηρίῳ τοῖς ἐνταῦθα δωμάτιοις καθεδρυμένοι καὶ ὥσπερ τινὶ γλωττοπέδη τῇ τῶν γραμματηφόρων ἀπορίᾳ καὶ ἄχοντες τὴν μακρὰν ἐστίωμεν σιγὴν. ἐπειδὴ δὲ λοιπὸν ἀνέψε τὰς λεωφόρους τῆς ὁδοιπορίας ὁ καιρὸς καὶ ἡμῶν τὰ δεσμὰ τῆς γλώττης ἔλυσε, τὸν σὺν ἡμῖν πρεσβύτερον ἐντεῦθεν ἀναστῆσαντες ἀπεστάλκαμεν πρὸς τὴν ὑμετέραν εὐγένειαν, εἰσόμενοι τὰ περὶ τῆς ὑγιείας ὑμῶν. δεξάμενος τοίνυν αὐτόν, ὦ δεσπота θαυμασιώτατε, καθ' ὅσον πρέπον ἐστὶ, καὶ ἰδὼν μετὰ τῆς σῆς πρεπούσης ἀγάπης, ἵνιχα ἂν ἐπανίῃ, τὰ περὶ τῆς ὑγιείας δηλώσαι ἡμῖν παρακληθήτω· οἶδα γὰρ ὅπως ἡμῖν περὶ ταύτης μανθάνειν.