Ancient Greek · ~5 min
Paragraph 14
Syntipas, Narrationes de Syntipa 14
Not analysed yet
Ἐπὶ τούτοις οὖν ἀποκριθεὶς ὁ τοῦ βασιλέως υἱὸς λέγει τῷ πατρὶ καὶ τοῖς παρεστηκόσι μεγιστάνοις· ‘ἀληθῶς ἡ γυνὴ καὶ πρεπόντως φησίν· οὐ χρὴ γὰρ τοὺς τῶν ἀνδρῶν συνετοὺς καὶ φρενήρεις τὰ παρὰ τῶν γυναικῶν σφαλλόμενα ὑπὸ μέμψιν καὶ αἰτίασιν τιθέναι. λοιπὸν οὖν οὐδὲ ταύτῃ τῇ γυνῇ τιμωρίας καὶ ποίνης προσήκει ἀπόφασις, ἀλλὰ τοῦτο μόνον δέον ἐπʼ αὐτῇ γενέσθαι, ἵνα ἡ αὐτῆς κεφαλὴ ἀπο- ξυρισθῇ καὶ ἡ ὄψις αὐτῆς ἀσβόλῃ περιχρισθῇ, κώδωνά τε τοῦ αὐτῆς τραχήλου ἐξαρτήσωσιν, εἶτα καὶ ὄνῳ αὐτὴν ἀντιστρόφως ἐποχεῖσθαι παρασκευάσαντες ἀνὰ πᾶσαν θριαμβεύσωσιν τὴν πόλιν, ἔμπροσθεν δὲ αὐτῆς δύο συμπεριτρεχόντων κήρυκες, μὲν εἷς αὐτῆς προπορευόμενος, ὁ δὲ ἕτερος ὄπισθεν ἐπακο- λουθῶν· οἳ καὶ ὀφείλουσιν βοᾶν εἰς ἐπήκοον πάν- των ὅπερ ἐξειργάσατο ἀτόπημα ἡ γυνή.’ οὕτως εἰπόντος τοῦ παιδὸς ἥσθη ὁ βασιλεὺς ἐπὶ τοῖς λα- ληθεῖσι, συνεμαρτύρουν δὲ καὶ οἱ μεγιστᾶνες ἀπο- δεχόμενοι. καί φησι πρὸς τὸν παῖδα ὁ βασιλεύς· ‘ἄριστα, ὦ τέκνον, λελάληκας καὶ συνετῶς τῷ ὄντι ἡμῖν συμβεβούλευκας. γενέσθω λοιπὸν ἐπὶ τῇ γυ- ναικί, ὅπερ ὁ ἐμὸς υἱὸς ἡμῖν συνεβούλευσεν.’ καὶ διεπράχθη ἐπὶ τῇ πονηρᾷ γυναικὶ καὶ σκολιᾷ ὅπερ ὁ τοῦ βασιλέως υἱὸς τῷ πατρὶ περὶ αὐτῆς συνῄνεσεν.