Ancient Greek · ~3 min
Paragraph 15
Syntipas, Narrationes de Syntipa 15
Not analysed yet
Εἶτά φησιν ὁ βασιλεὺς τῷ φιλοσόφῳ Συντίπᾳ· ‘ἀνακάλυψόν μοι, ὦ φιλόσοφε, καὶ ἀριδήλως πα- ράστησον, πόθεν ἡ τοσαύτη σύνεσις καὶ φιλοσοφία τῷ υἱῷ μου προσεγένετο· μήτοι ἐξ αὐτῆς τῆς γεν- νήσεως φυσικὴν ἔσχε τὴν λογιότητα ἢ μᾶλλον διὰ τῆς σῆς ἐπιμελείας σεσόφισται’; ὑπολαβὼν δὲ ὁ Συντίπας λέγει τῷ βασιλεῖ· ‘ἡ τοῦ υἱοῦ σου σύνεσις ἅμα καὶ γνῶσις, ὦ βασιλεῦ, ἄνωθεν αὐτῷ ἐν πρώ- τοις κεχορήγηται· ἀλλὰ καὶ αὐτὴ ἡ τῆς γεννήσεως αὐτοῦ τύχη τὸ τῆς γνώσεως προτέρημα, ὡς σὺ μὲν ἔφης, πεπλούτηκεν· ἔπειτα δὲ καὶ ὑπὸ τῆς ἐμῆς πάντως ἐπιμελείας καὶ σπουδῆς τὸ ἐν γνώσει ἀπα- ράμιλλον ἔσχηκε. πλὴν περὶ τούτου καί τινός μου διηγήσεως, ὦ βασιλεῦ, ἄκουσον.’ ὁ δὲ βασιλεὺς ‘φράσον’, φησίν ‘ὦ βουλὴν σοφώτατε Συντίπα.’ δὲ τοιαύτης πρὸς αὐτὸν ἐξηγήσεως ἀπήρξατο·