Ancient Greek · ~31 min
Paragraph 16
Syntipas, Narrationes de Syntipa 16.1
Not analysed yet
‘Βασιλεύς τις ἦν ἐν τοῖς ἔκπαλαι χρόνοις· ὅς δὴ καὶ πλείστους ἐφʼ ἑαυτὸν φιλοσόφους ἐπλούτει. ὧν ὁ εἷς ἐτύγχανεν τῶν ἄλλων μᾶλλον διαφορώτατος. ἦν δὲ ἐκείνῳ τῷ βασιλεῖ καί τις ἕτερος ἀνὴρ τὴν ἀστροθεάμονα τέχνην ἄκρως ἐξησκημένος. τῷ γοῦν πρωτεύοντι ἐκείνῳ τοῦ βασιλέως φιλοσόφῳ υἱὸς γεννᾶται· περὶ οὗ καὶ τῷ βασιλεῖ ἀνηγγέλθη. ὁ δὲ βασιλεὺς εὐθὺς τὸν ἀστρολόγον προσεκαλέσατο· καὶ οὗτος περὶ τοῦ τεχθέντος τῷ φιλοσόφῳ παιδὸς πρό- τερον μεμαθηκώς, ἐξήτασεν περὶ τῆς αὐτοῦ τύχης, καὶ τῷ βασιλεῖ δεδήλωκεν ὡς ‘ὁ παῖς οὗτος, ὡ δέ- σποτα, ἐξ ὧν με οἱ τῶν ἀστέρων δρόμοι διδάσκουσι, τὴν τῶν λῃστῶν καὶ κακούργων πονηρίαν κέκτηται· καὶ ἐπὶ μακροὺς βιοτεύσει τοὺς χρόνους· ἀλλὰ καὶ κατʼ αὐτὴν τὴν τρισκαιδεκαετίαν τῆς αὐτοῦ ζωῆς μεγίστην κακουργίαν καὶ κλοπὴν διαπράξεται.’ τού- των δὲ οὕτως παρὰ τοῦ ἀστρολόγου ῥηθέντων, λέγει πρὸς αὐτὸν ὁ τοῦ τεχθέντος πατήρ· ‘πάντα ἤδη φιλαλήθως τῷ βασιλεῖ τὰ τῆς τύχης τοῦ τεχθέντος παιδὸς ἐγνώρισας;’ ὃ δὲ ‘ναί’, φησίν ‘ὦ φιλόσοφε, ἀκριβῶς τὰ περὶ τοῦ παιδὸς ἐξετάσας καὶ συζητήσας εὗρον ὅτιπερ λῃστὴς γενήσεται καὶ λῃστῶν ὁ χαλε- πώτατος καὶ ὀλεθριώτατος.’ ὑπολαβὼν δὲ ὁ φιλό- σοφος λέγει τῷ βασιλεῖ· ‘ἔγωγε λοιπὸν τὸν ἐμὸν παῖδα ῥυθμίσω καὶ ἐκπαιδεύσω τοῦ μή τινα αὐτὸν τοιαύτην πρᾶξιν νενοηκέναι, ἀλλὰ μᾶλλον τῶν ἀπη- γορευμένων αὐτὸν πρακτέων ἀπέχεσθαι, τῶν δὲ ἀγαθῶν καὶ ἀξιεπαίνων ἀντέχεσθαι. ʼ ὁ μέντοι γεν- νηθεὶς παῖς ὀκτὼ μῆνας τῆς ἡλικίας ἀμείψας, τοῦ μητρῴου μαζοῦ εὐθὺς ἀποτέμνεται. τοῦτον δὲ μετὰ ταῦτα ὁ πατὴρ ἐντὸς οἰκίσκου τινὸς ἐγκατακλείει, καὶ ἤρξατο αὐτὸν διά τινων ἀπαλῶν καὶ λυσιτελῶν ἐδεσμάτων ἐκτρέφειν τε καὶ ἀνατρέφειν, οὐ μὴν ἀλλὰ καὶ πᾶσαν αὐτὸν ἀρετὴν ἐκδιδάσκειν καὶ σεμνότητα. καὶ οὕτω σὺν ἀκριβείᾳ τὸν υἱὸν ἀν- έτρεφεν· οὐκ εἴα τινὰ τὸ παράπαν πρὸς αὐτὸν εἰσέρχεσθαι, οὐδὲ ἔξωθεν τοῦ οἴκου τὸν παῖδα προέρχεσθαι, ἀλλʼ οὐδὲ τῶν πονηρῶν τοῦ ἀνθρω- πίνου βίου πράξεων γνώριμόν τι τούτῳ καθίστατο συνόλως. καὶ οὕτως ὁ παῖς ἀνατρεφόμενος τῆς πεντεκαιδεκαέτους ἡλικίας ἥψατο. εἶτά φησι πρὸς αὐτὸν ὁ τούτου πατήρ· ‘αὔριον, ὦ τέκνον, πρὸς τὸν βασιλέα πορεύσομαι καὶ σὲ μεθʼ ἑαυτοῦ ἀπαγα- γεῖν πρὸς αὐτὸν βούλομαι, ὡς ἂν χαίρειν αὐτῷ προςφθέγξῃ καὶ ὡς δέον τούτῳ προσομιλήσῃς μετά γε τὴν συνήθη καὶ δουλοπρεπῆ προσκύνησιν. οὕτω μὲν (οὖν) ὁ φιλόσοφος τῷ ἑαυτοῦ υἱῷ ἔλεγε. καὶ ἦν τοῦτον ἄκρως τῆς διδασκαλίας ἐκπαιδεύσας, ἅτε σπεύδων ψευδῆ (ἐνδείξασθαι τὴν τοῦ ἀστρολόγου μαντείαν. ὁ δὲ παῖς ἀκούσας ὅτι αὐτὸν ὁ) πατὴρ εἰς τὸν βασιλέα εἰσαγαγεῖν βούλεται, ἠγωνία μᾶλλον ἐπὶ τῇ ἀκούσει, καὶ λογισμῷ συνεστρέφετο λέγων ὡς ‘οὐδὲ ἄλλοτε τὸν βασιλέα τεθέαμαι, καὶ νῦν ὁ ἐμὸς πατὴρ εἰς αὐτὸν εἰσαγαγεῖν με βούλεται. χρὴ (δὴ) κἀμὲ μυρεψικὰ καὶ ἀρωματικὰ εἴδη αὐτῷ προσ- ενεγκεῖν καί τι ἕτερον, καὶ τὸ κράτος αὐτοῦ ὡς τὸ εἰκὸς ἐγκωμιάσαι. πλὴν ἀλλʼ ἐρυθριῶ τοιαῦτά τινα εἴδη ἀπὸ τοῦ ἐμοῦ πατρὸς ἐπιζητῆσαι. ἐπίσταμαι οὖν ὅμως τί με δεῖ πεποιηκέναι.’ τῇ ἐπιούσῃ νυκτὶ ἐξέρχεται λάθρα τῆς πατρῴας οἰκίας καὶ εἰσέρχεται πρὸς τὸ τοῦ βασιλέως παλάτιον. εἶτα διορυγήν τινα κατὰ κλέπτας ἐν τῷ τούτου τοίχῳ ποιησάμενος, εἰσέδυ τὰ βασίλεια ἕως αὐτοῦ τοῦ βασιλικοῦ κοιτῶ- νος. καὶ αὐτίκα ὁ βασιλεὺς ἔξυπνος γενόμενος ἀθρόον αὐτὸν ἑωράκει, καὶ τῇ αὐτοῦ θέῳ δειλίᾳ συνεσχέθη. καὶ θροούμενος τὰ μέγιστα ἔλεγε καθʼ ἑαυτὸν οὕτως, ὡς ‘εἰ μὴ ἐπὶ πλεῖστον οὗτος ἐφʼ ἑαυτῷ τὸ θάρσος ἐκέκτητο, οὐκ ἄν οὕτως ἀωρὶ τῶν νυκτῶν τῆς ἐνθάδε κατετόλμησεν εἰσελεύσεως· καὶ εἴπερ αὐτῷ ἀντικαταστῆναι πειράσομαι, ἴσως ἀνελεῖν ἐπιχειρήσει με.’ ταῦτʼ οὖν ὁ βασιλεὺς ἐκεῖνος συλ- λογισάμενος καὶ μᾶλλον ἡσυχάσας, παραχωρεῖ τῷ νέῳ [τῆς ἐκεῖθεν ἀπολήψεως] τοῦ εἰληφέναι τῶν εἰδῶν εἴ τι καὶ βούλοιτο. ὃς καὶ ἐκτείνας τὰς χεῖρας, τῶν ταύτῃ κειμένων βασιλικῶν ἥψατο ὑφασμάτων, καί τινα τούτων σινδόνα ἐξείλκυσε πολλοῦ γε τιμίαν. ἣν δὴ καὶ μόνην ἀναλαβὼν τῶν ἀνακτόρων τε ἐξελ- θὼν ἀπῄει πόρρωθεν. τὴν μέντοι σινδόνα εὐθὺς ἀπεμπόλησε κἀκ τῆς τιμῆς μυρρίνης ἀρώματα καὶ ἕτερα μυρεψικὰ δαψιλῶς εἴδη ὠνήσατο. ὁ μέντοι βασιλεὺς οὐδενὶ τὴν τοῦ νέου νυκτερινὴν τὸ παρά- παν ἐπιστασίαν ἐγνώρισεν. ἕωθεν οὖν ὁ φιλόσοφος τὸν ἑαυτοῦ παῖδα παραλαβών, πρὸς τὸν βασιλέα πορεύεται. καὶ εἰσελθόντες, ἐπὶ τὴν γῆν αὐτὸν προσεκύνησαν. καὶ εὐθὺς ὁ παῖς τὰ ἐωνημένα εὐώδη ἐκεῖνα καὶ τερπνότατα εἴδη τῷ ἄνακτι προσ- ήνεγκε καὶ διʼ αὐτῶν τῆς προσαγωγῆς τοῦτον ἐγ- κωμιάζειν ἀπήρξατο. ἔφη δὲ καὶ ὁ φιλόσοφος πρὸς αὐτόν· ‘βασιλεῦ, ζῆθι εἰς τὸν αἰῶνα. ἰδού, ὡς ὁρᾷς, τῷ κράτει σου τουτονί μου τὸν παῖδα παρέ- στησα. ὃν ὁ σὸς ἀστρολόγος περὶ αὐτὴν τὴν τρισ- καιδεκαετίαν τῆς αὐτοῦ ζωῆς λῃστρικῆς ἐργασίας μέλλειν κατάρξασθαι προηγόρευσε. καὶ ἰδοὺ νῦν πεντεκαιδεκαέτης γέγονε καὶ οὐδαμῶς κλοπὴν ἐξειρ- γάσατο. τοίνυν ψευδὴς ὁ ἀστρολόγος ἤδη πεφώρα- ται, καὶ αἱ τούτου προρρήσεις ληρώδεις ἀπεφάνθη- σαν.’ ὁ δὲ βασιλεὺς περιέργως τῇ ὄψει τοῦ νεανίσκου ἐνατενίσας, ἐπεγνώκει αὐτόν, ὡς οὗτός ἐστιν ὁ τὴν διορυγὴν τῇ νυκτὶ ἐργασάμενος κλέπτης καὶ τολ- μηρῶς εἰσδὺς τὰ βασίλεια καὶ τὴν ἐν τῷ κοιτῶνι αὐτοῦ κλοπὴν ποιησάμενος. καὶ ὑπολαβών, ‘οὗτός ἐστιν’ ἔφη ‘ὁ κατὰ τῆς βασιλείας μου εἰσεληλυθὼς κλέπτης.’ καὶ ἐπιστώθη μᾶλλον ἐπʼ αὐτῷ ἡ τοῦ ἀστρολόγου προαγόρευσις. Ἐκ ταύτης μου τῆς διη- γήσεως γνῶθι, ὦ κράτιστε βασιλεῦ, ὡς ἑκάστου τῇ γεννήσει ἰδία τις ἀπόκειται παρὰ θεοῦ ἔκβασις εὐ- τυχίας (ἢ ἀτυχίας). ὥσπερ ἐν μὲν τῇ τοῦ σοῦ υἱοῦ γεννήσει ἐσύστερον ἀπέβη αὐτῷ τὰ εὔχρηστα καὶ ἐπαινετὰ καὶ εὐτυχίας ἀνάμεστα, ἐν δὲ τῇ γεννήσει τοῦ τεχθέντος παιδὸς τῷ φιλοσόφῳ τοῦ βασιλέως ἐκείνου, περὶ οὗ προδιελαβόμην σοι, ἀπέβη τὰ ἄχρηστα καὶ φευκτέα καὶ ἀπόβλητα καὶ ἀτυχίας πεπληρωμένα. ταῦτα τῷ βασιλεῖ Κύρῳ τοῦ Συν- τίπα διηγησαμένου, φησὶν ὁ βασιλεὺς πρὸς τὸν ἑαυτοῦ παῖδα· ‘φράσον μοι, περιπόθητον τέκνον, πῶς ἄρα καὶ ὁποίῳ τρόπῳ ὁ σὸς μυσταγωγὸς Συν- τίπας τὴν τοσαύτην σε φιλοσοφίαν ἐξεδίδαξεν;’ ὁ δὲ παῖς τῷ πατρὶ ἀπεκρίνατο· ‘ἐπειδήπερ εἰσέτι, ὦ δέσποτα, περὶ τούτου μαθεῖν σὺ ζητεῖς, γνωρίζω αὖθις τῷ κράτει σου, ὡς παραλαβών με ἀπὸ σοῦ ὁ ἐμὸς διδάσκαλος καὶ εἰς τὸν αὐτοῦ οἶκον ἀπαγαγών, εὐθὺς οἰκίσκον νεωστί μοι ἐδείματο, καὶ τοῦτον ἔσωθεν κοσμίως σεριχρίσας καὶ λευκότητι κατα γλαΐσας, πάντα ὅσα ἐκδιδάξαι με ἔδει ἐν τοῖς τοῦ οἴκου τοίχοις ἀνιστόρησε καὶ γράμμασι διεστίξατό τε καὶ ἀκριβῶς ἀνετάξατο. οὐ μὴν ἀλλὰ καὶ τὸν ἥλιον καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἐν τοῖςδε ἀνεζωγράφησεν. ἐνεχάραξε δὲ τοῖς αὐτοῖς τοίχοις ἐν καλλωπίσμασι καὶ τὰ δέκα κεφάλαια τῆς τε σοφίας (καὶ) τῆς γνώσεως καὶ τῆς διδασκαλίας. ὧν τὸ πρῶτον κεφάλαιον περὶ σκαιοῦ τε καὶ λοιδόρου παρεισάγει ἀνδρός, ὃς μεταξὺ δύο τινῶν εἴτε ὁμαιμό- νων εἴτε προσφιλῶν διενέξεις τε καὶ διαμάχας ἀναρ- ριπίζει. τὸ δεύτερον περὶ φιλοσόφου ἀνδρὸς παρίστη- σιν, ὃς πολλὴν τῷ ἑαυτοῦ προσφιλεῖ ἐμποιεῖ τὴν ὠφέλειαν. τὸ τρίτον περὶ δολιόφρονος ἀνδρὸς εἰσ- ηγεῖται, ὃς οὐκ ἐπινυστάζειν οἶδε πώποτε τοῖς κα- κοῖς, δόλους καὶ σκαιωρίας κατὰ τοῦ ἑτέρου συρ- ράπτων, ἐκείνου μὴ εἰδότος. τὸ τέταρτον περὶ ἀνδρός ἐστιν ἀπρεπῶς ἑτέρῳ προσονειδίζοντος τὴν ἐκείνου τῷ σώματι ἐνυπάρχουσαν ἐκ λέπρας ἴσως ἀσχημο- σύνην τινὰ ἢ ἕτερόν τι τοιόνδε. τὸ πέμπτον, περὶ τοῦ μὴ δεῖν ἀποφαίνεσθαί τινα περί τινος πράγμα- τος ἢ κατηγορίας, πρὶν ἢ τὴν ταύτης βεβαιωθείη ἀλήθειαν. τὸ ἕκτον κεφάλαιον περὶ τοῦ μὴ δεῖν τινα ἐπὶ ἄφρονι ἀνδρὶ καὶ ἰδιωτικῶς ἔχοντι πεποιθέναι. τὸ ἕβδομον κεφάλαιον περὶ φθονεροῦ ἀνδρὸς ἐκδι- δάσκει, ζηλοτύπως πρὸς ἑτέρους ἄνδρας ἔχοντα διὰ τὸ ἐκείνους χρηστοῦ τινος ἐπαπολαύειν ἢ ἀξιεπαίνου τινὸς προτερήματος ἐν μετουσίᾳ τυγχάνειν· ὃς δὴ καὶ βασκαίνων ἐκείνοις ἀνιᾶται μὲν καθʼ ἑαυτὸν καὶ φθόνῳ τήκεται, τοὺς δέ γε φθονουμένους κατʼ οὐ- δένα τρόπον ἐντεῦθεν λυμαίνεται. τὸ ὄγδοον κεφά- λαιον πέφυκε περὶ τοῦ δεῖν τινα πάντας ἀγαπᾶν καὶ μηδαμῶς τῷ ποιήσαντι κακὸν ἀποδιδόναι τὰ ὅμοια. τὸ ἔννατον κεφάλαιον παρίστησιν ὅτι χρὴ καθώς τις θέλει ἵνα ποιῇ αὐτῷ ἕτερος, καὶ αὐτὸν ἐκείνῳ ποιεῖν ὁμοίως. τὸ δὲ δέκατον κεφάλαιον δη- λοῖ περὶ τοῦ μὴ δεῖν τινα φιλιοῦσθαι καὶ ἀδελφο- ποιεῖν τοῖς ἀσεβῶς τῶν πράξεων καὶ τυραννικῶς ἔχουσι καὶ ἀδικίαις καὶ πλεονεξίαις χρωμένοις.’