Ancient Greek · ~9 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 14
Not analysed yet
„Ἀνὴρ γάρ τις τὴν ἑαυτοῦ σύζυγον ἐπὶ τὴν ἀγορὰν ἔπεμψεν ἀγοράσαι ἑνὸς ἀργυρίου ὀρύζιον. ἣ δὲ ἀπῆλθεν ἔν τινι τῶν κατὰ τὴν ἀγορὰν ἐργα- στηρίων καὶ δοῦσα τὸ ἀργύριον, ἐξωνεῖτο τὸ ὀρύ- ζιον χωρὶς τοῦ καλουμένου σαχάρεως, μεθʼ οὗ ἐσθίειν τοῦτο συνήθειαν ἔχομεν οἱ ἄνθρωποι. ὁ δὲ πωλῶν τὸ ὀρύζιον ἔφη πρὸς τὴν γυναῖκα· „οὐδα- μῶς, ὦ γύναι, τὸ ὀρύζιον ἄνευ σαχάρεως ἐσθίεται· τί σοι γοῦν ὄφελος ἀγοράσαι τοῦτο μόνον; “ἡ δὲ πρὸς αὐτὸν· „ἡμεῖ τοῦτο ἄρτυμα οὐκ ἔχομεν. “ὃ δὲ πρὸς αὐτὴν· „ἐὰν εἰς τὸ ἐνδότερον ἐργαστήριον „συνεισέλθῃς μοι, καὶ ἐκ τῆς σαχάρεως δώσω σοι. “ἣ δὲ ἀντέφησε· „δός μοι πρῶτον, καὶ τότε συνεισε- „λεύσομαί σοι· γινώσκω γὰρ καὶ ἐγὼ τὰς τῶν ἀν- „δρῶν πανουργίας. “ὃ δὲ σταθμήσας δέδωκεν αὐτῇ ἐκ τῆς σαχάρεως. ἐκείνη δὲ τό τε σάχαρ καὶ τὸ ὀρύ- ζιον ἐν τῷ μανδυλίῳ κατέδησε καὶ τὸ μανδύλιον παρέθετο πρὸς τῷ παιδίῳ τῷ ὑπηρετοῦντι τὸ ἐργα- στήριον, καὶ αὐτίκα συνεισῆλθε τῷ ἀνδρὶ ἐπὶ τὸ ἐνδότερον οἴκημα, τοῦ πληρῶσαι τὸ ποθούμενον τοῦ ἐργαστηριακοῦ. ὁ δὲ παῖς λύσας ἀπὸ τοῦ μανδυ- λίου τὸ ὀρύζιον καὶ τὸ σάχαρ, χοῦν ἀντʼ αὐτῶν εἰσ βαλὼν εἰς τὸ μανδύλιον ἐνέδησεν. ἡ δὲ γυνὴ θᾶτ- τον ἐκεῖθεν ἐξελθοῦσα σύντρομος καὶ φοβουμένη ὑπὸ τῆς ἐντροπῆς, ἄρασα τὸ μανδύλιον, εἰς τὴν ἑαυτῆς οἰκίαν ἀπήρχετο. (καὶ) εἰσελθοῦσα παρὰ τὸν ἄνδρα, ἔγγιστα τούτου τὸ μανδύλιον ἔθηκε, καὶ εἰσῆλθεν εἰς τὸ ἐνδότερον τοῦ οἰκήματος τοῦ ἀγα- γεῖν χύτραν. ὁ δὲ ἀνὴρ αὐτῆς λύσας τὸ μανδύλιον, ὁρᾷ χοῦν ἐντὸς καί φησι πρὸς αὐτήν· „ὦ γύναι, τί „ἔστι τοῦτο; χοῦν μοι ἐκόμισας μᾶλλον ἢ ὀρύζιον. “γνοῦσα δὲ καθʼ ἑαυτὴν ἡ γυνὴ ὡς ὁ παῖς τοῦ μυ- ρεψοῦ τοῦτο εἰργάσατο, σινίατρον [ἤτοι κόσκινον] ἀντὶ τζουκαλίου ἐκόμισε καὶ λέγει τῷ ἀνδρί· „ἐν τῇ „ἀγορᾷ, ὦ ἄνερ, πορευομένης μου, ἵππος μοι ἐλά- „κτισε, καὶ πέπτωκα καὶ τὸ ἀργύριον ἀπώλεσα· „διόπερ τὸν χοῦν τοῦτον ἐκλεξαμένη ἤγαγον, ὅπως „αὐτὸν κοσκινίσω, εἰ ἴσως τὸ ἀργύριον εὕροιμι. “ταῦτα αὐτῆς τῷ ἀνδρὶ λαλησάσης, ἐκεῖνος πεπί- στευκε καὶ αὐτοχείρως τὸν χοῦν ἐκοσκίνιζεν, ὡς καὶ τὸ γένειον κονιορτοῦσθαι. Ταῦτα τοῦ μιαροῦ γυ- ναίου τὰ κατορθώματα· καὶ ἀπὸ τούτου γνῶθι, βα- σιλεῦ, ὡς τῶν γυναικείων μηχανημάτων καὶ τῶν οἰκείων αὐτῶν βουλευμάτων οὐδεὶς περιγενέσθαι δύναται, ἂν μὴ γνώσει καὶ ἀρετῇ ἐμπεφραγμένος ὑπάρχῃ. “