Ancient Greek · ~19 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 15.1
Not analysed yet
Τούτοις τοῖς λόγοις μαλακισθεὶς ὁ βασιλεὺς τὴν ἀναίρεσιν τοῦ υἱοῦ αὐτοῦ διεκώλυσεν. ἡ δέ γε πονηρὰ γυνὴ κατὰ τὴν τρίτην ἡμέραν παρέστη τῷ βασιλεῖ μάχαιραν κατέχουσα τῇ χειρὶ καί φησι πρὸς αὐτόν· „εἰ μὴ ἀπὸ τοῦ παιδός σου θᾶττόν με ἐκ- δικήσεις, ὦ βασιλεῦ, ταύτῃ τῇ μαχαίρᾳ φονεύσω ἐμαυτήν· πέποιθα δὲ ἐπὶ τὸν θεόν, ὅτι κατὰ τῶνδε τῶν ἐχθρῶν σου μᾶλλον ἢ συμβούλων σου, τῶν φιλοσόφων, νίκην τοιάνδε δῴη μοι, ὁποίαν δὴ καί τινι βασιλέως υἱῷ κατὰ τοῦ φιλοσόφου καὶ συμβού- λου λέγεται τοῦ πατρὸς αὐτοῦ γεγενῆσθαι. “ὁ δὲ βασιλεὺς λέγει τῇ γυναικί· „καὶ τίς ἦν ἐκείνου τοῦ σοφοῦ συμβούλου (ἡ) ὑπόθεσις; “ἣ δὲ φησίν· „ἦν τις βασιλεὺς ἔχων υἱόν, καὶ ἐμνηστεύετο αὐτῷ θυ- γατέρα βασιλέως ἑτέρου, ἧς ὁ πατὴρ ἐμήνυσε τῷ τοῦ γαμβροῦ πατρὶ εἰπών· „πέμψον πρός με τὸν „ἐμὸν γαμβρόν, ὡς ἂν ἐνταῦθα ἐκτελέσω τοὺς γά- „μους· καὶ μετὰ ταῦτα, ὅτε θελήσει ὁ υἱός σου, „μετὰ τῆς ὁμοζύγου αὐτοῦ αὐτόθι ἐπανήξει. “ὁ δὲ πατὴρ τοῦ γαμβροῦ ἅμα τὸν υἱὸν κελεύει πρὸς τὸν πενθερὸν ἀπιέναι. εἶχε δέ τινα σοφώτατον σύμβου- λον ὁ βασιλεὺς ἐκεῖνος, (ὃν) καὶ μετὰ τοῦ υἱοῦ αὐ- τοῦ ἀπελθεῖν ἐκέλευσε. καὶ δὴ ἀμφοτέρων τῆς ὁδοῦ ἐχομένων, ὁ ἀκολουθῶν αὐτοῖς ὄχλος ἦν ἔμπροσθεν πορευόμενος. καὶ ὁδοιποροῦντες δίψῃ μεγίστῃ ἐκρα- τήθησαν ὁ φιλόσοφος ἅμα τῷ γαμβρῷ· καὶ δὴ ὧδε κἀκεῖσε διερχόμενοι ἐντυγχάνουσί τινι πηγῇ, ἥτις εἶχε τοιαύτην φύσιν, ὅτι ὁποῖος ἀνὴρ ἐξ αὐτῆς ἔπιεν, εἰς γυναικείαν εὐθὺς ὄψιν μετεμορφοῦτο. ὁ μέντοι σοφώτατος ἐκεῖνος τοῦ βασιλέως σύμβουλος ἐγίνωσκε πρὸ τούτου τῆς πηγῆς ἐκείνης τὴν συνήθειαν, καὶ οὐδὲν περὶ τούτου τῷ νέῳ βασιλεῖ διεσάφησε· τοὐ- ναντίον δὲ λέγει αὐτῷ· „καρτέρησον παρὰ τῇδε τῇ „πηγῇ, ἄχρις ἐγὼ μόνος μακρότερον προελθὼν γνώ- „σομαι εἴπερ ἄρα τὴν ὀρθὴν ὁδὸν πορευόμεθα. “καὶ καταλιπὼν ἐκεῖσε τὸν τοῦ βασιλέως υἱόν, πρὸς τὸν αὐτοῦ πατέρα ὑπέστρεψε, καί τινα ἀγγελίαν πλασά- μενος λυπηρὰν ἀπήγγειλε τῷ πατρὶ λέγων· „βασι- „λεῦ, οἴμοι· ὁ υἱός σου ὑπὸ λέοντος κατεβρώθη. “ὁ μέντοι παῖς παρὰ τῇ πηγῇ καρτερῶν ὑπὴρχε τὸν σύμβουλον· τῇ δὲ δίψῃ καταφλεχθεὶς αὐτίκα ἐξ ἐκείνης τῆς πηγῆς ἔπιε, καὶ ἅμα τῷ πιεῖν εἰς γυναι- κείαν ὄψιν μετεποιήθη, καὶ διηπορεῖτο τί ἄρα ποιή- σειε. κηπωρὸς δέ τις ἀνὴρ ἐκεῖσε παραγενόμενος, ἐπηρώτησε τὸν παῖδα λέγων· „πόθεν εἶ σὺ καὶ τί- „νος υἱὸς τυγχάνεις; καὶ τίς ἐνταῦθά σε ἤγαγεν; “ὁ δὲ παῖς ἀπεκρίνατο· „ἐγὼ βασιλέως τοῦ δεῖνος „τυγχάνω υἱὸς καὶ ἀπερχόμην καθʼ ὁρισμὸν τοῦ „πατρός μου πρὸς βασιλέα ἕτερον τὸν δεῖνα χάριν „τοῦ τελέσαι μου τοὺς γάμους, καὶ ἔμπροσθεν „πορευόμενος, τοῦ ἀκολουθοῦντός μοι ὄχλου μα- „κρὰν γεγονώς, ἀπεπλανήθην καὶ δίψῃ μεγάλῃ „συνεχόμενος, τῇ πηγῇ τῇδε προσπελάσας, ἔπιον „ἀπʼ αὐτῆς, καὶ ἅμα εἰς γυναικείαν ὄψιν μετεβλή- „θην. “ὁ δὲ ἀνὴρ ἐκεῖνος τῶν ῥημάτων τοῦ νέου ἀκούσας, κατοίκτειρε τοῦτον τῆς συμφορᾶς καὶ λέ- γει αὐτῷ· „ἐγὼ ἀντὶ σοῦ εἰς γύναιον μεταμορφω- „θήσομαι καὶ ἐπὶ μῆνας τέσσαρας τῇ γυναικείᾳ „μορφῇ ἐγκαρτερήσω, ἄχρις ἂν σὺ τοὺς σοὺς γάμους „ἐκτελέσῃς. πλὴν ὄμοσόν μοι ὡς μετὰ τὴν τελείω- „σιν τῶν τεσσάρων μηνῶν πάλιν ἐλεύσῃ πρός με. “ὁ δὲ τοῦ βασιλέως υἱὸς ὤμοσε τῷ κηπωρῷ ἐκείνῳ ὡς ἐκ παντρόπου πρὸς αὐτὸν ἐλεύσεται. ὁ δὲ κη- πωρὸς παραχρῆμα εἰς γυναῖκα μετεβλήθη, καὶ ὑπί- δειξεν αὐτῷ καὶ τὴν πρὸς τὸν πενθερὸν αὐτοῦ ὁδὸν τὴν εὐθεῖαν. μετὰ δὲ ταῦτα τῶν τεσσάρων μηνῶν περαιωθέντων, ἐμνήσθη ὁ τοῦ βασιλέως υἱὸς τῶν μεθʼ ὅρκου αὐτοῦ ὑποσχέσεων ὧν ὑπέσχετο τῷ κη- πωρῷ, καὶ πρὸς αὐτὸν εὐθὺς παραγίνεται τὴν γυ- ναικείαν ἔτι μορφὴν περικείμενον· εὑρίσκει δὲ αὐτὸν καὶ κατὰ τὴν φύσιν τῶν γυναικῶν ἐν γαστρὶ ἔχοντα. καὶ τῆς γαστρὸς αὐτοῦ ἐξογκουμένης οὔσης, φησὶ πρὸς αὐτὸν ὁ τοῦ βασιλέως υἱὸς ἐξ εὐλόγου προ- φάσεως· „πῶς ἄρα γε νῦν ἀντὶ σοῦ εἰς γυναῖκα „μεταβληθῶ; καὶ γὰρ ὅτε με πλησίον τῆς πηγῆς ἐν „γυναικείᾳ μορφῇ εὕρηκας, παρθένος ἐγὼ τὸ σῶμα „ἐτύγχανον, καὶ σὺ γοῦν ἄρτι ἐν γαστρὶ ἔχεις· „πῶς ἐγὼ ἐγγαστρωμένος γενήσομαι; “οὕτως οὖν διαλεχθεὶς ὁ τοῦ βασιλέως υἱὸς νενίκηκεν ἅμα τὸν κηπωρὸν τῇ τοῦ λόγου πιθανότητι, καὶ πρὸς τὸν ἴδιον πατέρα καὶ βασιλέα μετὰ χαρᾶς ὑπέστρεψε. καὶ τῷ πατρὶ διηγήσατο ὅσα παρὰ τοῦ κακοῦ συμ- βούλου τοῦ σοφωτάτου ἐκείνου ἐν τῇ ὁδῷ πέπον- θεν. ὁ δὲ βασιλεὺς ἐκεῖνος μεγάλως ὀργισθεὶς ἐπὶ τῇ συμβουλῇ καὶ πονηρίᾳ τοῦ κακοῦ συμβούλου ἐκείνου, ἀναιρεθῆναι προσέταξε τὸν φιλόσοφον. Οὕ- τως οὖν κἀγώ, βασιλεῦ, ἐπὶ τῇ θείᾳ θαρρῶ κρίσει, ὅτι δῴη μοι ἐκδικηθῆναι ἀπὸ τούτων τῶν ἀναισχύν- των καὶ σοφῶν σου τῇ κακίᾳ συμβούλων. εἰ δʼ οὖν, ὡς προεῖπόν σοι, ἐμαυτὴν διαχειρίσομαι, καὶ ἔσται ἡ τοῦ ἁμαρτήματός μου αἰτία ἐπὶ σέ, ὅτι με ἀπὸ τοῦ υἱοῦ σου οὐκ ἐκδικησας ὡς ἔδει κατὰ τὸ δίκαιον καὶ ἀληθές, ὅστις κατʼ ἐμοῦ ἐχώρησεν εἰς τοσοῦτον μω- ρίας καὶ ἀναισχυντίας καὶ παρανομίας. “