Ancient Greek · ~13 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 16.1
Not analysed yet
Τότε ὁ βασιλεὺς τοῖς τῆς γυναικὸς λόγοις ὑπα- χθείς, κελεύει τὸν υἱὸν αὐτοῦ ἀναιρεθῆναι. μετὰ δὲ τὴν ἀπόφασιν πάλιν, κατὰ τὴν τετάρτην ἡμέραν ὁ τῶν φιλοσόφων αὐτοῦ καὶ συμβούλων τέταρτος ἔρχεται. καὶ συνήθως αὐτὸν προσκυνήσας, „ζῆθι, βασιλεῦ,“ εἶπεν „εἰς τὸν αἰῶνα. γνωρίζω τῷ κρά- τει σου, ὡς οὐ χρή τινα τῶν κατὰ σὲ βασιλέων κατὰ συναρπαγήν τι τὸ σύνολον διαπράξασθαι, ἕως οὗ καθαρῶς ἐρευνήσῃς καὶ τὴν ἀλήθειαν στήσῃς, καὶ ὅπερ ἀκούσῃς ἀκριβῶς ἐξετάσῃς, ὅπως μὴ συμβήωε- ται ὡς ἔν τινι τῶν βασιλέων λέγεται προγενέσθαι. “ὁ δὲ βασιλεὺς ἔφη· „καὶ πῶς γε, σαφήνισόν με. “(ὃ δὲ ἐφη·) ἦν γάρ τις υἱὸς βασιλέως· καὶ ἐγένετο ἐν μιᾷ ἡμέρᾳ τοῦτον ἀπελθεῖν εἰς τὸ λουτρὸν τοῦ ἀπολοῦσαι τὸ ἑαυτοῦ σῶμα. ἦν δὲ αὐτὸς παχὺς ἅμα καὶ εὐμεγέθης, ὡς ἐκ τοῦ πάχους μὴ καθορᾶσθαι τὰ τούτου αἰδοῖα. τοῦτον θεασάμενος ὁ λουτράρης ὡς κακοῦ ὄντος τοῦ πάθους ἔκλαιεν. ὁ δὲ τοῦ βα- σιλέως υἱὸς πρὸς αὐτὸν εἶπεν· „ἵνα τί οὕτως δα- κρύεις ἐλεεινῶς“ ὃ δὲ ἀντέφησεν ὅτι „κλαίω, διότι „ὁρῶ σε, βασιλέως ὄντα σε υἱόν, σὺ δὲ υἱὸν οὐ „δυνήσῃ κτήσασθαι. ὁρῶ γάρ σε μὴ ἔχοντα τὰ τῶν „ἀνδρῶν αἰδοῖα· καὶ πῶς δυνήσῃ γυναικὶ συγγε- „νέσθαι; “ὁ δὲ νέος τὰ ῥήματα τοῦ λουτραρίου εὐφροσύνως δεξάμενος, δέδωκεν αὐτῷ χρυσίον, λέ- ξας πρὸς αὐτόν· „θέλω γινώσκειν σε ὡς ὁ βασιλεὺς „ὁ πατήρ μου γυναῖκά μοι ἀγαγέσθαι βούλεται· καὶ „τοῦτο ὅπερ μοι εἶπας καὶ ἐγὼ γινώσκων, ἀπορῶ „τὰ μέγιστα, πῶς ἔσται μοι ἐκείνῃ τῇ γυναικὶ κατὰ „τὴν τάξιν τῶν ἀνδρῶν συναφθῆναι. ἀλλὰ νῦν λάβε „τουτονὶ τὸν χρυσὸν καὶ ἀπελθὺν φέρε μοί τινα „γυναῖκα περικαλλῆ, ὡς ἂν ἐπʼ αὐτῇ δοκιμάσω „ἐμαυτόν. “ὁ δὲ λουτράριος τὸν χρυσὸν λαβών, ἔλεγεν ἐν ἑαυτῷ· „ἐνέγκω ἐνθάδε τῷ νέῳ βασιλεῖ „τὴν ἐμὴν γυναῖκα, ἐπεί, ὡς ὁρῶ, οὐκ ἔχει μόριον „πρὸς συνουσίαν. “καὶ ταῦτα συλλογισάμενος, ἀπελθὼν ὁ μάταιος ἤνεγκεν αὐτῷ τὴν ἑαυτοῦ σύ- ζυγον. ὁ δὲ τοῦ βασιλέως υἱὸς εἰσήγαγε τὴν γυ- ναῖκα ἔνθα ἡ στρωμνὴ ἐν τῷ λοετρῷ ἡτοίμασται, καὶ ὅλην τὴν νύκτα ὡς συνήθεια τοῖς ἀνδράσι τῇ γυναικὶ συνεμίγνυτο. εἶτα περὶ τὴν αὐγὴν παρα- κύψας ὁ λουτράριος ἀπό τινος ὀπῆς, ὁρᾷ τοῦτον γαυριῶντα μεγάλως καὶ ὥσπερ ἵππον μετὰ χρεμε- τισμοῦ τῇ γυναικὶ μιγνύμενον· καὶ πικρῶς ὁ βαλα- νεὺς ἀνοιμώξας ὠδύρετο λέγων· „οἴμοι, τίς γένω- „μαι; τί πέπονθα ὁ τάλας; τί εἴπω τῇ γυναικί μου, „ἢ αὐτὴ τί εἴπῃ πρός με; ἆρα θελήσει ἐμοὶ συνοι- „κεῖν ἣ τὸν νέον ἀγαπήσασα, ἐμὲ καταλείφει; “οὕ- τως οὖν τοῦ ἀνδρὸς τῇ ἀθυμίᾳ τρυχομένου, ὡς ὁ νέος ἐπαύσατο, ὁρᾷ τὴν γυναῖκα ἐκεῖθεν ἐξερχομέ- νην καί φησι πρὸς αὐτὴν ὁ ματαιόφρων ἀνήρ· „ἄπιθι τὸ λοιπόν, γύναι, πρὸς τὴν οἰκίαν ἡμῶν. “ἣ δὲ πρὸς αὐτὸν ἀντέφησε· „πῶς ἄρα προθύμως „ἐπὶ τὴν οἰκίαν πορεύσομαι, οὕτως παρὰ σοῦ ὑβρι- „σθεῖσα ὁλόκληρον νύκτα, ὅς με τὴν σὴν γυναῖκα „οὐκ ἐνετράπης τῷ τοῦ βασιλέως υἱῷ συγκοιτάσαι; “τούτοις τοῖς λόγοις ὁ ἀνὴρ τρωθείς, τῇ λύπῃ καὶ τῇ πολλῇ ἀθυμίᾳ λιποψυχήσας τὴν ζωὴν κατέστρεψε. Διὸ καὶ σύ, βασιλεῦ, μακροθύμησον καὶ μὴ σπεύ- σῃς οὕτως ἀνερευνήτως ἀπολέσαι σου τὸν υἱόν, μή πως καὶ σὺ κατʼ ἐκεῖνον τὸν μὴ ἐξετάσαντα βαλα- νέα πικρότατα μεταμεληθεὶς τὸ ζῆν ἐκμετρήσῃς. πῶς γὰρ ἕνα σε παῖδα καὶ μόνον κεκτημένον οὕτω συν- αρπάζεσθαι πρέπον εἰς τὴν ἐκείνου ἀναίρεσιν; καὶ ταῦτα μὴ γινώσκοντά σε καθαρῶς εἴτε ἀληθὲς εἴτε ψευδὲς τὸ κατʼ ἐκείνου λαλούμενον. καὶ δὴ πρὸς τούτοις ἕτερόν τί σε βούλομαι διηγήσασθαι.