Ancient Greek · ~26 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 17.1
Not analysed yet
Γυνή τις ἀνδρὶ ωομίμῳ συζῶσα, ἄνδρα τὸν ἑαυτῆς εἴς τινα ὁδοιπορίαν βουλόμενον ἀπελθεῖν καὶ τῆς αὐ- τοῦ ἐξιέναι οἰκίας, συνθήκας καὶ ὑποσχέσεις τοῦτον ἐξήτησεν, ὁμοίως δὲ καὶ αὐτὸς αὐτήν. καὶ ἄμφω συνετάξαντο πρὸς ἀλλήλους ὡς τὴν κοίτην αὐτῶν ἀμίαντον διαφυλάξουσι καὶ σωφρονοῦντες ἔσονται ἄχρι τὴς τοῦ ἀνδρὸς ἐπαναστροφῆς. εἶτα καὶ ἀριθμὸν ἡμερῶν δέδωκεν ὁ ἀνὴρ τῇ γυναικί, ὅτι „μετὰ τὰς „ἡμέρας ταύτας εἰς τὴν οἰκίαν ἐπανελεύσομαι. “διὸ καὶ τῆς διωρίας τῶν ἡμερῶν τελεσθείσης, ἡ γυνὴ τῇ ὀδῷ ἐπλησίαζε. (καὶ) ὁρῶσα εἴπερ ὁ ἀνὴρ αὐτῆς καθορᾶται ἐρχόμενος, οὐχ ἑώρα· ὅτε καὶ νέος τις αὐτὴν θεασάμενος, ἥλω τῷ ταύτης ἔρωτι καὶ ἤρξατο περὶ τούτου αὐτῇ διαλέγεσθαι. ἣ δὲ οὐδαμὴ οὐδα- μῶς τούς περὶ ἔρωτος λόγους ἐδέχετο. ὁ δὲ νεα- νίας τῷ τῆς γυναικὸς ἔρωτι μάλα δηχθείς, πρός τινα γραῦν ἀπῄει πλησίον τῆς ἐρωμένης οἰκοῦσαν καὶ λέγει τῇ γραΐδι ὡς „ἐξαίφνης ἰδών τὴν σὴν γει- „τόνισσαν, ἠράσθην αὐτὴν καὶ πρὸς ὁμιλίαν ἐβια- „σάμην· ἡ δὲ οὐδαμῶς εἰς τὸ παντελὲς ὑπακούει μου, ἀλλὰ καὶ βαρέως τοὺς ἐμούς δέχεται λόγους. „εἰ οὖν σύ, ὦ μὴτερ, ταύτην καταπείσεις τοῖς ἐμοῖς „εἶξαι λόγοις, ὃ ἂν αἰτήσῃς με δώσω σοι. “ἡ δὲ γραῦς τῶν λόγων ἀκούσασα, λέγει τῷ νέῳ ὡς „ἐγὼ „τὴν κόρην εἰς θέλημα σὸν καταστήσω. “καὶ τοῦτο εἰποῦσα, εὐθύς ἐγείρεται, καὶ τεχνικῶς τὰ τοῦ πράγματος κατορθοῖ· ἄλευρον γὰρ ἀγαγοῦσα καὶ τοῦτο μεθʼ ὕδατος ὡς ζύμην σμίξασα, πεπέρεως ὕστερον πολλοῦ γεμίζει τὸ ζυμάριιον καὶ οὕτως αὐτὸ εἰς ψωμὸν κατασκευάζει. εἶτα ἑψήσασα καὶ τὸν ἄρ- τον λαβοῦσα, ἔτι δὲ καὶ ἣν εἶχε σκύλαν μεθʼ ἑαυ- τῆς, πρὸς τὴν κόρην πορεύεται. ἦν δὲ ἡ κύων ὄπισθεν τῆς γραὸς ἀκολουθοῦσα. ὅτε δὲ τῷ οἰκή- ματι τῆς ἐρωμένης ἐπλησίασε, ῥίπτει τῷ κυναρίῳ ἐκ τοῦ ἄρτου ἐκείνου· ἡ δὲ κύων φαγοῦσα τούς ὀφθαλ- μούς αὐτῆς δακρύων ἐγεμίσθη ἐκ τοῦ πεπέρεως, καὶ σφοδρῶς δακρύουσα ἠκολούθει τῇ γραΐδι. ταύτης εἰσελθούσης πρὸς τὴν ἐρωμένην, ὁρᾷ αὕτη ἡ γυνὴ τὴν κύνα κλαίουσαν καὶ δάκρυα ἐκ τῶν ὀφθαλμῶν ἀφιεῖσαν· λέγει τῇ γραΐδι· „τίς ἡ αἰτία τῶν δακρύων τῆς κυνός; “ἡ δὲ γραῦς τῇ ἐρωτομωραιοπλοκοσυν- θέτῳ καὶ ποθαγαπημενοπλουμισμισμένῃ κόρῃ ἀπεκρί- νατο μετὰ δακρύων· „αὕτη ἡ χύων, ἣν ὁρᾷς, γλαυκο- „φθαλμοφρυδοβαπτόχειλε, θυγάτηρ μου, φεῦ, ἐτύγ- „χάνέ ποτε, καί τις νεανίας ἀγαπήσας αὐτὴν πρὸς „συνουσίαν ἠνάγκασεν· αὕτη δὲ οὐδʼ ὅλως ἐκείνῳ „ἤκουσε. καὶ ὁ νέος ὑπὸ τῆς πολλῆς ἀθυμίας κατη- „ράσατο ταύτην ἐκ πολυπόνου καρδίας, καὶ εὐθύς „εἰς κύνα, οἴμοι, μετεβλήθη. καὶ ὁσάκις βουληθῶ „ἐξελθεῖν τῆς οἰκίας, οὕτω πικρῶς κλαίουσα ὀπίσω μου ἀκολουθεῖ. “ταῦτα τῆς μαστροποῦ μετὰ δα- κρύων εἰπούσης, ἡ κόρη καταπλαγεῖσα ἐφʼ οἷς ἥκουσε καὶ ἑώρακε, φόβῳ συλληφθεῖσα τὴν καρδίαν εἶχε πηδῶσαν καὶ πρὸς τὴν γραῦν ἔλεγε· „φόβος „μοι πολύς προσεγένετο ἀπὸ τῆς σῆς διηγήσεως· „νεανίας γάρ τις ἰδών με παρακύψασαν ἐκ τοῦ πα- „ραθυρίου, ἐκρατήθη τῷ ἐμῷ ἔρωτι, καὶ πρὸς „συνουσίαν ἀναγκασθεῖσα οὐκ ἤκουσα· διὸ φοβοῦ- μαι μή ποτε πάθω, καθὼς πέπονθεν ἡ θυγάτηρ „σου, ἀπὸ κατάρας ἐκείνου. καὶ τὸ λοιπὸν ἀνα- „στᾶσα πορεύου καὶ εἑροῦσα τοῦτον ὡς ἐμὲ ὁδή- „γησον, καὶ ἐγώ σε φιλοτίμως ἀμείψομαι. ἡ δὲ γραῦς ἀπεκρίνατο· „ἐγὼ κατὰ τὸ σὸν θέλημα τοῦ- „τον εὑροῦσα πρὸς σὲ φέρω. σὺ δʼ ἀναστᾶσα κατα- „μκόσμησον τὴν οἰκίαν σου καὶ τὸ πρόσωπόν σου ἅμα „τῷ σώματι μύροις νίψον. “καὶ ἡ κόρη ἀναστᾶσα ἐν τῇ ἑαυτῆς στρωμνῇ κοσμίως διετέθη, καὶ δεῖ- πνον πολυτελῆ προητοίμασεν. ἡ δέ γε μαστροπὸς τὸν νέον ἐκεῖνον ζητήσασα οὐχ εὗρεν· ἕτερον δὲ νέον ἀντʼ ἐκείνου εὑροῦσα, „ἀκολούθει μοι“ ἔφη· τού- του δὲ ἐρωτήσαντος ,,ποῦ ἀπάγεις με; “ἡ γραῦς ἔφη· „φέρω σε, ὦ νεανία, εἰς οἶκον κοσμιώτατον ,,πάνυ, ἐν ᾧ καὶ ὡραιοτάτη καὶ περικαλλής (τις) „κάθηται, δρόσον ἀποστάζουσα τῇ ὀσηῇ, καὶ κατὰ „ἀλήθειαν σοι ἁρμοδία πρὸς συνουσίαν. “ὁ δὲ ἀνὴρ τοῖς λόγοις τῆς γραὸς καταθελχθείς· „πορεύου ἔμ- ,,προσθέν μου. “κἀκείνης ἔμπροσθεν (πορευομένης) καὶ τούτου ὄπισθεν, εἰσῆλθον εἰς τὴν οἰκίαν. ὁ δὲ ἀνὴρ τὸν ἑαυτοῦ οἶκον ἑωρακώς, συνεταράχθη τῇ λύπῃ καὶ καθʼ ἑαυτὸν ἔλεγεν ὡς „ἔοικε κατὰ ἀλή- „θειαν ὅτι τοιαῦτα διέπραττεν ἡ σύζυγός μου, ἀφʼ „οὐ ἐγώ τῶν ὧδε ἐξῆλθον. “εἰσαγαγοῦσα δὲ αὐτὸν ἡ προαγωγὸς ἐπὶ τῆς συνήθους κλίνης καθεσθῆναι πεποίηκεν. θεασαμένη δὲ ἡ γυνὴ ὅτι ὁ ἀνὴρ αὐτῆς ἐστιν, εὐτέχνῳ τινὶ πανουργίᾳ ἐνήργησε, καὶ εὐθύς ἀναστᾶσα, χεῖρας ἐπέβαλε τῷ ἀνδρὶ καὶ τῆς αὐτοῦ γενειάδος ἀναιδῶς ἁψαμένη, πλήττει αὐτοῦ τὴν ὄψιν, καὶ σύν δάκρυσιν ἐβόησε λέγουσα· ,,ὦ ἀκόλαστε καὶ „διεφθαρμένε, αὗται ἡμῶν αἱ πρὸς ἀλλήλους συν- „θῆκαι τυγχάνουσιν; οὗτοι οἱ μεθ᾿ ὅρκου δεσμοί; ,,οὑ σωφρονεῖν ἐπηγγείλω μοι μέχρι τοῦ ἐπαναστρέ- „ψαι σε εἰς τὸν οἶκον; ἵνα τί λοιπὸν εἰς οὐδὲν ταῦτα „θέμενος, εἰς θέλημα καὶ λόγους ἦλθες τῆς γραὸς „ταύτης; “ὁ δὲ ἀνὴρ ἐκπλαγεὶς σφόδρα ἐπὶ τῇ τοῦ γυναίου τοσαύτῃ διανοίᾳ καὶ αἰφνιδίῳ ἀναισχυντίᾳ, καὶ τί ἦν τὸ ζήτημα ὃ σήμερον συνέβη σοι,“ ἔφη „γύναι; “αὕτη ἀπεκρίνατο· „ἐγὼ σήμερον ἠκηκόειν „καταλαβεῖν σε τὰς θύρας τοῦ κάστρου, καὶ δοκι- μὴν βουληθεῖσα ποιήσασθαι τῆς πρὸς ἐμέ σου ἀγὰ- „πης καὶ ὑποσχέσεως, τὴν οἰκίαν σκοπίσασα καὶ „ἐμαυτὴν κοσμήσασα, προσποιητῶς ταύτην τὴν „γραῦν πρὸς σὲ ἔπεμψα, ἵνα διʼ αὐτῆς δοκιμάσω ,,[σου] τὴν τῆς γνώμης σου βούλησιν καὶ ἐάνπερ „σωφροσύνην ἐτήρησας· καὶ ἰδού ἐν γνώσει κακὰ „ἔχοντα εἶδόν σε καὶ τῶν ἐνόρκων συνθηκῶν κατα- „ψρονητήν. λοιπὸν οὐκ ἔτι ἔσομαι μετὰ σοῦ εἰς γυ- „ναῖκα· ἀλλʼ οὐδέποτε φιλίαν ἢ ἀγάπην ἔξω πρὸς „σὲ καθαράν. “ὁ δὲ ἀνὴρ ὁ μάταιος ἔφη πρὸς αὐ- τήν· „ὡ γύναι, ἐγὼ μᾶλλον κατὰ σοῦ ὑποψίαν εἶ- „χον καὶ τὰ ἐναντία ὑπενόουν, καὶ ὡς εἶδόν σε ,,οὕτως κεκαλλωπισμένην καὶ πρὸς μῖξιν ἕτοιμον, ,,τοιαῦτα ἐνόμισα καὶ μετὰ ἑτέρων ἀνδρῶν ἐνεργεῖν „σε. ἐπεὶ δέ, ὡς λέγεις, χάριν δοκιμῆς ἐπʼ ἐμὲ ταῦτα ,ἐποίησας, φανεράν σοι πποιήσω καὶ τὴν ἐμὴν γνώ- „μην. ἐγὼ τούτου χάριν ἠκολούθησα τῇ γραΐδι, τοῦ „ἰδεῖν εἰ πρὸς τὴν ἐμὴν προσκαλεῖται οἰκίαν· εἰ γὰρ „εἰς ἅλλην τινὰ οἰκίαν ἢ γυναῖκα ἔλεγέ μοι ἀπιέναι, ,,οὑκ ἂν ὑπέμενον κἂν ἀκοῇ τὸν λόγον ἀκοῦσαι. “ἡ δὲ γυνὴ σχηματοποιήσασα ὡς μὴ τοῖς λεγομένοις δῆθεν πιστεύουσα, καὶ ἰσχυροτέρως τῇ λύπῃ κατα- φερομένη, ἤρξατο τύπτειν τὸ πρόσωπον καὶ τὰ ἱμά- τια σχίζειν καὶ βοᾶν ὡς ,,οὐκ ἔτι τοῖς ὅρκοις πι- „στεύσω, ἐπεὶ μηδεμία ἐστὶν ἐν αὐτοῖς ἀλήθεια. “ταῦτα πρὸς τὸν ἅνδρα ποιήσασα, ἀρκετὸν καιρὸν προσποιητῶς τοῦτον ἐμνησικάκει μὴ λαλήσασα αὐ- τόν, καὶ οὐ πρότερον ἀγάπην τούτῳ πεποίηκεν ἄχρις οὐ ἐκεῖνος πολλὴν ἔξοδον καλλωπισμοῦ ἐκ χρυσοῦ ταύτῃ ἐχαρίσατο, ἅμα δὲ καὶ ἱμάτια. Καὶ νῦν, ὦ βασιλεῦ, ἀπὸ ταύτης γνῶθι τῆς διηγήσεως, ὡς οὐ- δὲν τῶν ἀνθρώπων πρὸς τὰς τῶν γυναικῶν μηχα- νουργίας δύναται μαχέσασθαι.