Ancient Greek · ~6 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 18
Not analysed yet
Οὕτω παρὰ τοῦ τετάρτου συμβούλου ὁ βασιλεὺς ἀκροασάμενος, κελεύει τὸν υἱὸν αὐτοῦ μὴ ἀποκταν- θὴναι. ἡ δὲ μαινὰς ἐκείνη τοῦ βασιλέως παλλακὴ νοήσασα τὴν τοῦ βασιλέως ἀναβολήν, ἣν περὶ τὸν ἄδικον φόνον τοῦ υἱοῦ αὐτοῦ ἀναβάλλεται, κατὰ τὴν τετάρτην ἡμέραν παρέστη τῷ βασιλεῖ κρατοῦσα ἐν ταῖν χεροῖν δεσμόν τινα βοτανῶν καὶ λέγει αὐτῷ· „ἰδού, βασιλεῦ, φάρμακον δηλητήριον ἐπιφέρομαι, καί σοι τὸν ζῶντα θεὸν ἐπόμνυμι ὡς (εἰ) μὴ ἀπὸ τοῦ σοῦ παιδὸς ἐκδικήσεις με καὶ ξίφει αὐτὸν ἀναλώ- σεις ὅτι ἐνύβρισεν ἀναισχύντως σώφρονι οὔσῃ κἀκ σωφρόνων γονέων, ἐξ αὐτοῦ τοῦ βλαπτικοῦ καὶ θα- νατηφόρου φαρμάκου πίομαι καὶ βιαίως τῆς ψυχῆς ἀποχωρισθήσομαι· καὶ ἔσται σοι θεόθεν τῆς ἀπω- λείας μου ἕνεκα ἀσυγχώρητος ἡ κατάκρισις. πόθεν δὲ οὗτοι οἱ σοφοί σου σύμβουλοι ὠφελῆσαί σε δυ- νήσονται; ἀλλὰ μᾶλλον νομίζω, συμβήσεταί σοι ὑπ᾿ αὐτῶν ὥσπερ καί τινι τῶν χοίρων ἐγένετο. Συνή- θως γὰρ εἶχεν ἐκεῖνος ὁ χοῖρος ἐπί τινα συκῆν δένδρον] πορεύεσθαι καὶ τὰ ἀποπίπτοντα ἐκ τοῦ δένδρου σῦκα ἐσθίειν. καὶ μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰθισμένον πορευθεὶς πρὸς τὴν συκῆν, ὁρᾷ τινα πίθηκα [κατὰ] τῆς συκῆς ἐπαναβάντα καὶ τὰ σῦκα ἐσθίοντα. ὁ δέ γε πίθηξ τὸν χοῖρον θεασάμενος, ῥίπτει αὐτὸν κάτω ἓν σῦκον, ὅπερ φαγών ὁ χοῖρος, γλυκύτερον τῶν ἄλλων τῶν κάτω πιπτόντων σύκων κατεφάνη. καὶ πάλιν ἄλλο σῦκον ἐκ τοῦ πίθηκος καταλαβεῖν ἤλπιζεν. ὡς δ᾿ ὁ πίθηξ ἄλλο σῦκον οὐκ ἔρριψεν, ἵστατο κάτωθεν ὁ χοῖρος ἐκτεταμένον ἔχων ἄνω τὸν τράχηλον καὶ βλέπων ἀδιαλείπτως τὸν πί- θηκα. ἐπὶ πολύ δὲ τοῦ χοίρου ἄνω τούς ὀφθαλμούς ἔχοντος, αἱ τοῦ τραχήλου αὐτοῦ φλέβες ἀπεψύγη- σαν· καὶ παρευθύς ὁ χοῖρος τῆς ζωῆς ἀπερράγη. “