Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 20
Not analysed yet
Ἦν γάρ τις στρατιώτης ἀνήρ, ὅστις τῷ βασιλεῖ καὶ τοῖς ὑπ᾿ αὐτὸν ἄρχουσιν ᾠκείωτο καὶ ἠγαπᾶτο (τῆς) γενναιότητος καὶ ἀνδρείας. ὁ δὲ τοιοῦτος στρατιώτης σκύλον ἀνέθρεφε μικρόθεν, καὶ ὅσα ἐνε- τείλατο τῷ σκυλακίῳ, ἐποίει, ὡς λόγον ἔχον· ὅθεν καὶ μετὰ πολλῆς ἀγάπης ἔτρεφεν ὁ στρατιώτης τὸν κύνα. ἐν μιᾷ γοῦν τῶν ἡμερῶν ἡ τοῦ ἀνδρὸς σύζυ- γος πρὸς τοὺς ἑαυτῆς ἀπῆλθε γονεῖς καὶ τὸ αὐτῆς νηπιάζον παιδίον ἀφῆκε τῷ πατρὶ αὐτοῦ, παραγγεί- λασα αὐτῷ πολλὰ περὶ τοῦ παιδίου, ὥστε βλέπειν καὶ προσέχειν αὐτό. εἶπε γὰρ τῷ ἀνδρὶ ὅτι „οὐκ „ἀργήσω, ἀλλὰ συντόμως ἐλεύσομαι,“ καὶ οὕτως εἰποῦσα, τὸ παιδίον ἐκοίμησε καὶ ἀπῆλθε. τοῦ δὲ ἀνδρὸς (ἐν) τῇ οἰκίᾳ καθημένου καὶ τοῦ παιδίου κοιμωμένου, ἐξαίφνης τις τῶν τοῦ βασιλέως εἰσῆλθε στρατιωτῶν· καὶ τὴν θύραν κρούσαντος, ἐξελθὼν ὁ ἀνήρ, ἰδὼν τὸν παρὰ τοῦ βασιλέως πεμφθέντα, λέ- γει αὐτῷ· „τί σὺ θέλεις; “ὃ δὲ λέγει· „ὁ βασιλεὺς καλεῖ σε. “καὶ ὁ στρατιώτης ἅμα τῷ λόγῳ τὰ στρα- τιωτικὰ ἐνεδύσατο ἄρματα καὶ τὴν σπάθην ἀράμε- νος, προσκαλεῖται τὸν σκύλον καὶ παραγγέλλει αὐτῷ φυλάσσειν τὸν οἶκον καὶ τὸ παιδίον, μηδένα ἐάσας εἰσελθεῖν εἰς τὸν οἶκον. ὁ μὲν οὖν στρατιώτης τὸν κύνα παραγγείλας, ἀπῆλθε πρὸς τὸ παλάτιον· τοῦ δὲ σκύλου τῷ παιδὶ παρακαθημένου καὶ τοῦ παιδὸς κοιμωμένου, ὁρᾷ ὁ κύων ὄφιν τινὰ παμμεγέθη ἐρ- χόμενον κατὰ τοῦ παιδὸς καὶ αὐτοῦ ἐκροξῆσαι τὸ αἷμα σπουδάζοντα. καὶ παρευθύς ὁ κύων ἐγερθεὶς πόλεμον πρὸς τὸν ὄφιν ἐποίησε καὶ καταδακὼν αὐ- τόν, νεκρὸν αὐτὸν ἀπειργάσατο. κατʼ αὐτὴν δὲ τὴν ὥραν ἦλθε καὶ ὁ στρατιώτης, καὶ ὁ κύων μετὰ χαρᾶς τούτῳ ἀπήντησεν. ἰδών δὲ ὁ στρατιώτης τὸ στόμα τοῦ σκύλου ᾑμαγμένον, ἔδοξεν αὐτῷ ὡς ὁ κύων τὸ παιδίον ἔφαγε, καὶ κρούσας αὐτὸν τῷ ξίφει ἀπέκτει- νεν. εἶτα ἐντὸς τοῦ οἴκου γενόμενος, ὁρᾷ τὸν παῖδα κοιμώμενον ἀβλαβῆ, θεωρεῖ δὲ καὶ τὸν ὄφιν σκοτω- μένον καὶ πρὸς τῇ κεφαλῇ τοῦ παιδίου κείμενον καὶ ἅμα ἔγνω ὡς ὁ κύων τὸν ὄφιν ἐφόνευσε, καὶ πικρῶς ὡλοφύρετο ὅτι χωρὶς ἀφορμῆς τὸ τοιοῦτον ἀπέκτεινε κυνάριον. οὐδὲν δὲ ὁ κύων ἐκ τῆς τοῦ αὐθεντὸς αὐτοῦ μεταμελείας ὠξεληθῆναι ἠδυνήθη, οὐδὲ ὁ στρατιώτης ἠδυνήθη ἀπὸ τῆς λύπης καὶ τῆς μεταμελείας ἐγεῖραι τὸν κύνα. Διὸ καὶ σύ, βασι- λεῦ, μὴ οὕτως ἀσκέπτως τὸν υἱὸν σου φονεύσῃς, μή πως καὶ τῷ σῷ κράτει μετάμελος γενήσεται ὕστε- ρον ὡς τῷ στρατιώτῃ. καὶ ἴσως ἐκεῖνος περί τινος ζώου καὶ ταῦτα κυν[ος ὄντος φιλοδεσπότου· σὺ δὲ περὶ υἱοῦ τίνα ἕξεις ἀπολογίαν, ἀδίκως καὶ ἐξ ἀκοῆς μόνης τοιαῦτα ἐπιχειρήσας; ὅμως μέντοι γε, ὦ βα- σιλεῦ, καὶ ἄλλης διηγήσεως ἐπισχών ἄκουσον, παρα- καλῶ.