Ancient Greek · ~30 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 21.1
Not analysed yet
Ἀνήρ τις ἦν τῇ γνώμῃ σαθρός, ἀκόλαστος τῇ φύσει καὶ πορνοκόπος· ὃς ὁπόταν περί τινος ὡραίας γυναικὸς τι ἤκουε, πᾶν πρᾶγμα δευτέρου λόγου ἐποιεῖτο, καὶ ἐν πρώτοις ὅσον ἠδύνετο ἐσπούδαζεν ἕως οὐ αὐτὴν ἐκ παντὸς τρόπου συμμιγῇ. τούτῳ γοῦν τοιούτῳ τὴν φύσιν ὄντι περί τινος ἤκουσται γυναικὸς λίαν ὡραιοτάτης, τις καὶ ἔν τινι χώρᾳ τὴν οἴκησιν ἐποιεῖτο· ἐν ᾦ χωρίῳ ἀπέστειλεν ὁ ἐρα- στὴς ἐκεῖνος, καὶ παρακαλῶν καὶ βιαζόμενος πρὸς συνάφειαν. ἡ δὲ γυνὴ σωφρονεστάτη οὖσα, οὐ προσεδέξατο τὴν τοῦ ἀνδρὸς παράκλησιν ἢ ἀπειλήν. ὁ δέ γε θηλυμανὴς ἐκεῖνος ἀνὴρ μὴ οὕτως ἀποδιω- χθεὶς παρὰ γυναικὸς παρῃτήσατο, ἀλλʼ ἐπʼ ἐκείνῳ τῷ χωρίῳ παραγενόμενος, ἀναισχύντως ὡς εἰς ξενο- δοχεῖον καταλύει ἐν τῷ οἰκήματι τῆς ἐρωμένης. εἶτα ὡς τὸ πρότερον ἐπεχείρει ταύτην βιάζεσθαι. ἣ δὲ οὐδαμῶς εἶξε τοῖς λόγοις αὐτοῦ. οὗτος οὖν ὁ ἀνὴρ τῷ ἔρωτι τῆς γυναικὸς τρωθείς, ἀπέρχεται πρός τινα γραῖαν καὶ διηγεῖται τὰ περὶ τοῦ πράγματος. καὶ ἡ γραῦς τούτῳ ἀπελογήσατο εἰποῦσα· „ὦ ἄνθρωπε, „ἀκαίρως ζητεῖς καὶ κοπιᾷς εἰς μάτην περὶ αὐτῆς· „αὕτη γὰρ τῶν πάνυ σωφρόνων ἐστι, καὶ οὐ τῶν πορνῶν ὡς σύ ἐνόμισας. “καὶ ὁ ἀνήρ· ,,ὦ μῆτερ, „ἐὰν καταπείσῃς αὐτὴν τῷ ἐμῷ θελήματι, εὐθύς εἴ „τι ζητήσεις παρʼ ἐμοῦ, εὐκόλως σοι ἀποδώσω. “ἡ δὲ γραῦς τὴν δόσιν τοῦ χρυσίου ἀκούσασα, „ἐγώ“ φησὶ τῷ ἀνδρὶ „τὴν ἐπιθυμίαν σου ἐκτελέσω. τὸ λοιπὸν ἄπελθε πρὸς τὸν ἄνδρα ἐκείνης, καὶ εὑρή- „σεις αὐτὸν σκεπασμένον μετὰ ῥούχου [ἢ σινδόνην „ἢ ἐφάπλωμα]. ζήτησον οὖν τοῦ πωλῆσαί σοι αὐτό· καὶ λαβών τὸ ῥοῦχον φέρε μοι ἐδώ. “ὁ δὲ νέος ἄμα τῷ λόγῳ πορεύεται εἰς τὴν ἀγορὰν καὶ τὸ σχῆμα τοῦ ἀνδρὸς μαθών παρʼ αὐτῆς καὶ τὸ ἐργαστήριον. ἦλθε πρὸς αὐτὸν καὶ λέγει· „πώλησόν μοι τόδε σου „τὸ ἱμάτιον. “δὲ διεπώλησεν αὐτῷ. καὶ λαβών ὁ νέος τὸ ἔπιπλον διεκόμισε τῇ γραΐδι. ἡ δὲ γραῦς μετὰ χαρὰς τοῦτο δεξαμένη, εὐθύς τρία μέρη τοῦ σκεπάσματος ἐκείνου κατέκαυσε καὶ τῷ ἐραστῇ ἔφησε· καθοῦ ὧδε ἐν τῷ ἐμῷ ὁσπητίῳ, καὶ μηδεὶς ἔξω ἄν- „θρωπος ἴδῃ σε. “τὸ δὲ ἔπιπλον λαβοῦσα ἐπορεύθη ἐπὶ τὴν οἰκίαν τῆς γυναικός, καὶ ἐξαίφνης εἰς τὴν οἰκίαν εἰσελθοῦσα καὶ τὸ βλέμμα ὑποκλέψασα τῆς κόρης, ἔθηκεν ὑποκάτω τοῦ προσκεφαλαίου τῆς κλί- νης τοῦ ἀνδρός· καὶ ὀλίγην ὥραν τῇ γυναικὶ ὁμι- λήσασα, ἀπῆλθε, τῆς γυναικὸς μηδ᾿ Ὅλως γινωσκού- σης τὸ πραχθὲν παρὰ τῆς γραός. περὶ δὲ τὴν ὥραν τῆς τροφῆς ὁ ἀνὴρ ἐλθών ὁ τῆς γυναικὸς ἀνέπεσεν ἐπὶ τῆς κλίνης αὐτοῦ. τοῦ δὲ προσκεφαλαίου ὑψη- λοῦ ὄντος, ἀνασηκώσας τοῦ τιθέναι καλῶς, βλέπει ὑπ᾿ αὐτῷ κείμενον τὸ ῥοῦχον, ὅπερ ἐπώλησε τὸν νεανίσκον· καὶ πρὸς μὲν τὴν ὁμόζυγον οὐδὲν περὶ τοῦ ῥούχου ἐφθέγξατο, ἀλλʼ εὐθύς ἐγερθείς, τὰς χεῖρας ἐπέβαλε τῇ γυναικὶ καὶ πολλὰς πληγὰς αὐτῇ περιέθηκεν. ἡ δὲ γυνὴ δεινοπαθήσασα τὴν καρδίαν, τῆς οἰκίας ἐξῆλθε καὶ πρὸς τούς ἑαυτῆς γονεῖς πα- ραγίνεται. καὶ διηπόρει καθʼ ἑαυτὴν καὶ ἐστέναζε, διʼ ἣν αἰτίαν ἔδειρεν αὐτὴν ὁ ἀνὴρ αὐτῆς. ταῦτα δὲ μαθοῦσα ἡ γραῦς παρὰ τινων, πορεύεται καὶ αὐτὴ ὅπου ἦν ἡ κόρη πρὸς τούς γονεῖς αὐτῆς]. καὶ εἰσ- ελθοῦσα πρὸς τὴν κόρην, περιπαθῶς λυπουμένη ἔλεγε πρὸς αὐτήν· ,,ἤκουσα πῶς ἀνήρ σου σφοδρῶς „σε ἔδειρε, καὶ γίνωσκε ὅτι τὴν σὴν χολὴν καὶ [τὴν] λύπην ἐμὴν ἐλογισάμην. “ἡ δὲ γυνὴ τῇ γραΐδι ἀντέφησεν· ,,ὁ μὲν ἀνήρ μου χαλεπῶς με ἔτυψεν· „ἐγώ δὲ οὐ γινώσκω διὰ ποίαν αἰτίαν τοῦτο πεποί- ηκε. “καὶ ἡ γραῦς ἀπεκρίνατο· „γίνωσκε καλῶς ὡς „ἐκ μάγων τινῶν καὶ χαιρεκάκων ἀνδρῶν ταῦτα συμβέβηκε· πλὴν ἐάν σοι καλὸν φαίνηται, ἐλθὲ ἐπὶ τὴν ἐμὴν οἰκίαν· ὑπάρχει γὰρ ἐν ἡμῖν ἰατρός „τις ἀνήρ. καὶ καλλίων ἰατρὸς τούτου οὐκ ἔνι, καὶ ,,ἐκεῖνος παντοίαν θεραπείαν ποιήσει σε· μᾶλλον δὲ „καὶ ἀπὸ τῆς δοκιμῆς καὶ σύ νοήσεις τὸν ἄνθρω- „πον ὁποῖος ὑπάρχει εἰς τὴν τέχνην, ἣν ζητήσεις „αὐτόν. “ἡ δὲ γυνὴ τοῖς τῆς γραὸς στέρξασα λόγοις, „ἐγὼ μέν“ ἔφη „ἑτοίμως ἀκολουθήσω σοι· σύ δὲ ,,ἐάν μοι ποιήσῃς τρόπον εἰρήνης μετὰ τοῦ ἀνδρός μου διὰ τούτου δὴ τοῦ ἰατροῦ, φιλοτίμως ἀμεί- „ψομαί σοι. “ἑσπέρας δὲ γενομένης, προλαβοῦσα ἡ γραῦς ἐπὶ τὴν οἰκίαν αὐτῆς (ἀπῄει), καὶ τῷ ἐραστῇ λέγει· „ἰδού τὸ κυνήγιον ἐν τοῖς δικτύοις. “καὶ τῆς γυναικὸς εισελθούσης, ὀ δῆθεν ἰατρὸς ἐκρά- τησε τὴν γυναῖκα καὶ συνεμίγη. ἐκείνη δὲ ὑβριζο- μένη ἠνιᾶτο καὶ ἤσχαλλεν, ὅμως δὲ λαλῆσαι ἐδειλία· ὕστερον δὲ μετὰ τὴν συνουσίαν ἐξελθοῦσα, συντό- μως [ἀπῄει] πρὸς τούς γεννήτορας ἐπανῆκε. πρωΐας δὲ γενομένης ὁ ἀνὴρ πορευθεὶς πρὸς τὴν γραῦν εἶπε· „διὰ μὲν τοῦ ἔργου, οὐ μοι ἐποίησας, πολλά „σοι χρεωστῶ· ἐπὶ δὲ τῇ γενομένῃ ταραχῇ μέσον „τῆς γυναικὸς καὶ τοῦ ἀνδρὸς μεγάλως λελύπημαι, „ὅτι αἴτιος έγὼ ὑπάρχω τῆς ὀχλήσεως. “ἡ δὲ γραῦς λέγει· „μή λυποῦ, νεανία· ἐγὼ γὰρ διά τινος τεχνι- „κῆς μηχανουργίας ποιήσω ἐκείνους φιλιωθῆναι. σὺ „δὲ λοιπὸν ἄπελθε εἰς τὴν ἀγορὰν πρὸς τὸν ἄνδρα „τῆς γυναικὸς καὶ μικρὸν ἐκεῖ ἀκαρτέρησον. καὶ „ἐκεῖνος ἅμα ἐξετάσει σε περὶ τοῦ ῥούχου ὅπερ σοι „ἐπώλησε· σὺ δὲ εἰπὲ αὐτῷ ὅτι „τὸ ῥοῦχὸν σου φο- ρέσας ἐκάθισα ἐπάνω κλιβάνου, καὶ ἐμοῦ μὴ εἰ- δότος, εἰς τρία μέρη ἐκαύθη· ἐγὼ δὲ πολλὰ λυπη „θεὶς ἐπὶ τῷ γεγονότι, δέδωκα τὸ ῥοῦχον πρός τινα γραῦν ἣν ἐγνώριζον, ὅπως δώσει αὐτό τινα ὑφαν- „τήν, καὶ τὰ καυθέντα μέρη ποιήσει ὑγιῆ· ἐξ ὅτου γοῦν ἡ γραῦς ἐκείνη τὸ ῥοῦχον ἔλαβεν, οὐκ ἔτι ἄτην εἶδον, ἀλλʼ οὐδὲ (οἶδα) τὸ ῥοῦχον ἐκεῖνο τί „γέγονεν. “ταῦτα τῷ ἀνδρὶ τῆς γυναικὸς εἰπέ· καὶ „μετὰ ταῦτα,“ εἶπεν ἡ γραῦς, „ἐγὼ ἐμαυτὴν φανε- ρώσω ἐνώπιον τῶν ὀφθαλμῶν ὑμῶν, καὶ προς „ποιήσομαι διὰ δουλείαν μου πορεύεσθαι. καὶ ευθὺς „ὡς ἂν ἴδῃς με, φανέρωσον τῷ ἀνδρὶ εἰπὼν ὅτι ἰδού ἡ γραῦς ἢν εἶπόν σοι· αὕτη ἐστὶν ἥτις καὶ τὸ „ῥοῦχον ἔλαβε. “καὶ ἄμα λάλησόν με καὶ ἐρώτησον· ,,ὦ γύναι, τί τὸ ῥοῦχον ἐκεῖνο γέγονεν; ἐγώ δὲ „τότε ἅμ᾿ εὐθύς καλῶς μάλα ἀπολογήσομαι καὶ ὡς „δεῖ. “ἀναστὰς οὖν ὁ ἄνθρωπος ἐποίησε καθὼς ἐδιδάχθη παρʼ αὐτῆς· καὶ ἐντυχών τῷ ἀνδρὶ εἶπεν ἅπαντα· καὶ τῆς γραὸς ἐνώπιον αὐτῶν διερχομένης, ὁ τῆς μοιχείας ἐργάτης αὐτὴν ἐκάλεσε καὶ περὶ τοῦ ῥούχου ἀνηρώτα. ἡ δὲ γραῦς ἀπιδοῦσα πρὸς τὸν ἄνδρα τῆς γυναικός, ἐποιεῖτο τούς λόγους λέγουσα αὐτῷ· „ἐλευθέρωσόν με ἀπὸ τὰς ἀδίκους ὀχλήσεις τοῦ ἀνδρὸς τοῦδε. καὶ γὰρ σκέπασμά τι ῥούχου μοι ἔδωκεν, ἵνα φέρω τοῦτο πρός τινα τῶν τεχνιτῶν, ἵνα τὰ διακαυθέντα τοῦ ῥούχου μέρη ὡς δυνατὸν ὑγιᾶ κατασκευάσῃ· ἐγώ δέ, οὐκ οἶδα διὰ τί, παρὰ τὴν σὴν εἰσῆλθον ὁμόζυγον, καὶ παντελῶς ἐπελαθό- „μην ἡ ταλαίπωρος ποῦ τὸ ῥοῦχον ἐκεῖνο ἀφῆκα, „ἢ ἐν τῷ σῷ οἴκῳ, ἢ ἐν ἑτέρῳ τόπῳ· οὐδαμῶς γὰρ δύναμαι ἐνθυμηθῆναι τί γε ἄρα γέγονεν· οὕτως τῆς γραὸς εἰπούσης τῷ ἀνδρὶ τῆς γυναικός, ἐκεῖνος ἀντέφησε πρὸς αὐτήν· ἀλλά σοι γνωστὸν ἔστω, ὅτι „δι᾿ ἐκεῖνο τὸ ἔπιπλον μεγάλη ταραχὴ ἐν τῷ οἴκῳ μου γέγονε“· καὶ ἄμα δέδωκε καὶ τούς δύο τὸ ἔπιπλον ἐκεῖνο· καὶ ἀπελθών ἐν τῷ οἴκῳ αὐτοῦ, μετὰ τῆς γυναικὸς φιλίαν ἐποίησε· καὶ ὁ τάλας χαρίσμασι καὶ δωρεαῖς μεγάλαις αὐτὴν ἐτίμησε, δέο- μενος ἵνα μετʼ αὐτοῦ διαλλαγὴν καὶ ἀγάπην ποιήσῃ. ἡ δὲ μόλις ἐποίησεν ἀγάπην μετʼ αὐτοῦ. Καὶ νῦν γίνωσκε λοιπόν, ὦ βασιλεῦ, ὅτι οὐκ ἔχει τέλος ἡ τῶν αἰσχρῶν καὶ φαύλων γυναικῶν πονηρία· ἀλλʼ οὐδὲ χεῖρον κακὸν γυναικὸς πονηρᾶς ἐστιν, ὥσπερ οὐδὲ καλῆς καὶ ἀνδρείας γυναικὸς οὐ- δέν τι κρεῖττόν ἐστι· κατὰ διάμετρον γὰρ καλῆς γυ- ναικὸς καὶ χείρονος μέγα χάσμα ἐστί, κἂν καὶ ἴσην ἔχουσι τὴν ἐπωνυμίαν· ἀμφότεραι γὰρ γυναῖκες κα λοῦνται καὶ εἰσίν· ἀλλʼ ἣ μὲν θηρίῳ ἔοικε πολυ- μόρφῳ καὶ πολυκεφάλῳ, οἷον εἰπεῖν τῷ τῆς ὕδρας, ἡ δὲ λίθῳ πολυτελεῖ καὶ ἀσυγκρίτῳ. ὅθεν καὶ ἀπὸ τῆς πονηρίας αὐτῶν πολλοὶ ἀδίκως ἐφθάρησαν. ὥσπερ δὴ συνέβη γενέσθαι καὶ εἰς τὴν τοῦ ἀνδρὸς ἐκείνου γυναῖκα διὰ τὴν τῆς γραὸς πονηρίαν. πρόσ- εχε οὖν σεαυτῷ, ὦ βασιλεῦ·