Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 22
Not analysed yet
Τούτων ἀκούσας ὁ Κῦρος διεκώλυσε τὸν τοῦ παιδὸς φόνον. ἡ δὲ τοῦ βασιλέως ἐκείνη παλλακὴ ταῦτα μαθοῦσα, πάλιν εἰσέρχεται πρὸς αὐτὸν κατὰ τὴν πέμπτην ἡμέραν καὶ μετὰ δακρύων πολλῶν αὐτῷ ἔλεγεν ὅτι „θαρρῶ, ὦ βασιλεῦ, ὡς τοιαύτην μοι δί- κην κατὰ τῶνδέ σου τῶν φιλοσόφων καὶ τάχα συμ- βούλων [ὡς] ὁ θεὸς ποιήσει, ὥσπερ κατά τινος λέοντος καὶ πίθηκος πεποιηκέναι λέγεται. “καὶ ὁ βασιλεύς· „`καὶ πῶς ἐγένετο κατʼ ἐκεῖνα τὰ ζῶα; “ἣ δὲ ἀπεκρίνατο·