Ancient Greek · ~11 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 23.1
Not analysed yet
„Ἦν τις λαὸς καὶ πλῆθος πραγματευτῶν ἀπερχό- μενον ἐπί τινα πραγματείαν. ἦσαν δὲ ἐν ἐκείνοις καὶ μουλάρια πολλά. νυκτὸς δὲ καταλαβούσης ἔφθα- σαν εἰς ξενοδοχεῖον κκἀκεὶ ἀνέπεσον κοιμηθῆναι· καὶ τὴν θύραν τοῦ οἴκου ἐπελάθοντο σφαλίσαι. καὶ κατὰ τὴν νύκτα ἰσῆλθε λέων εἰς τὸ παυδοχεῖον καὶ μέσον τῶν μουλαρίων ἀνέπεσε, μηδεμίαν ταραχὴν ποιησά- μενος· καὶ οὐδεὶς τῶν πραγματευτῶν κατενόησε. μετὰ δέ τινα ὥραν εἰσῆλθέ πις κλέπτης εἰς τὸ παν- δοχεῖον κλέψαι ἐκ τῶν μουλαρίων· καὶ δὴ σκοτίας οὔσης μὴ βλέπων, ἐψηλάφα τὸ πατερὸν τῶν ὑπο- ζυγίων καὶ λεληθότως τοῦ λέοντος ἥψατο. καὶ παχύν τοῦτον κατανοήσας ὡς μουλάριον, ἐκάθισεν ἐπάνω αὐτοῦ. ἐξερχομένου δὲ τοῦ κλέπτου ἐπάνω τοῦ λέοντος, ὁ λέων καθʼ ἑαυτὸν ἔλεγεν· „ἀληθῶς οὐ „τός ἐστιν ὁ δαίμων, ὃν λέγουσι τῆς νυκτὸς εἶναι „φύλακα· διὸ καὶ ἐπάνω μου καθέσθη. “καὶ ταῦτα λέγων ὁ λέων καθʼ ἑαυτὸν ἐφοβεῖτο τὸν κλέπτην. καὶ διʼ ὅλης τῆς νυκτὸς τὸν κλέπτην βαστάζων ἐπο- ρεύετο. ὁ δὲ κλέπτης ἐπιγνούς ἐπικαθέζεσθαι λέοντι, ἐφοβήθη, μή πως αὐτὸν διασχίσει καὶ τροφὴν ἰδίαν ποιήσεται. πρωΐας δὲ γενομένης ἔτυχεν ὁ λέων ὑπο- κάτω δένδρου διέρχεσθαι, καὶ διὰ συντόμων ὁ κλέ- πτης ἐκτείνας τὴν δεξιάν, τοῖς τοῦ δένδρου κλάδοις ἑαυτὸν ἐκρέμασε καὶ ἀναβὰς εἰς τὸ δένδρον τὸν τοῦ λέοντος κίνδυνον διέφυγε. καὶ ὁ λέων πάλιν, ὡς τὸν φύλακα τῆς νυκτὸς φοβούμενος, συναπῆλθε σπουδῇ· ὅπου καὶ ὁ πίθηξ αὐτῷ συναντᾷ, καὶ ἡρώ- τησε τὸν λέοντα· ,,τί οὕτως ὑπάρχεις φοβούμενος „καὶ τρέμων; “ὁ δὲ λέων ἀπεκρίνατο· „ὁ τῆς νυ- „κιὸς φύλαξ λεγόμενος ἐμὲ πιάσας, ὅλην τὴν νύκτα „ἐπάνω μου φερόμενος ἔσυρέ με. “καὶ ὁ πίθηξ ,,ποῦ „ἐστιν ἐκεῖνος; “ἔφη. καὶ ὁ λέων· „ἐπάνω τοῦ „δένδρου ἐκάθισεν τοῦ ἡμῶν ἔμπροσθεν ὄντος. “ὁ δὲ πίθηξ εὐθὺς ἐπʼ ἐκεῖνο τὸ δένδρον ἀπῆλθε· καὶ ὁ λέων μακρὰν ἵστατο βλέπων τί ἄρα γένηται. τοῦ μέντοι πίθηκος τοῦ δένδρου ἐπαναβάντος, ὁ κλέ- πτης ὁμοῦ ἐφοβήθη τοὺς δύο, καὶ ὑπὸ τοῦ φόβου τῶν δύο ζώων ἀγωνιζόμενος, εἰς τὴν σχισμάδα τοῦ δένδρου εἰσῆλθεν. ὁ δὲ πίθηξ τῇ χειρὶ τὸν λέοντα ἔνευε τοῦ ἐλθεῖν καὶ ἀποκτεῖναι τὸν ἄνδρα. ἐλθὼν τοίνυν ὁ λέων ἐκεῖσε, ἵστατο κάτω τοῦ δένδρου. ὁ δὲ πίθηξ ὑπῆρχεν ἔχων ὄρχεις λίαν μεγάλους. καὶ ὁ ἀνὴρ ὡς εἶδεν αὐτούς, ὀλίγον θάρσος ἀνέλαβε· καὶ ἐξαίφνης φρικτῶς πιάσας τοὺς ὄρχεις τοῦ πίθη- κος ἔδησε. καὶ ἅμα ὁ πίθηξ ἀπέθανε πεσὼν κάτω. καὶ ὁ λέων ἰδὼν αὐτὸν πεσόντα νεκρόν, ἔλεγε καθʼ ἑαυτόν· „ἀληθῶς ὡς ὁ τῇ νυκτὶ ἐμὲ σύρων φύλαξ „αὐτὸς καὶ τοῦτον ἀπέκτεινε. “καὶ συντόμως ἔφυ- γεν. οὕτως ὁ ἀνὴρ τὰ δύο ζῶα νικήσας ἠλευθερώθη. Κατὰ τοῦτον τὸν τρόπον θαρρῶ κἀγώ, βασιλεῦ, εἰς τὴν δύναμιν τοῦ θεοῦ, ὅτι δώσει κἀμοὶ νικῆσαι τοὺς φιλοσόφους, ὅτι περ μέσον σοῦ καὶ ἐμοῦ τοσαύ- την ἔθηκαν σύγχυσιν. τοῦτο δὲ ἐγὼ ἀπὸ θεοῦ δέο- μαι δοθῆναί μοι, ἐὰν μὴ σύγε, ὦ βασιλεῦ, ἐκδική- σῃς ἐφʼ οἷς ἔργοις ἠναγκάσθην ὑβρισθῆναι παρὰ τοῦ υἱοῦ σου.