Ancient Greek · ~13 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 24.1
Not analysed yet
Τούτοις πάλιν τοῖς λόγοις ὁ βασιλεύς τρωθεὶς τὴν καρδίαν, ὥρισε τὸν υἱὸν αὐτοῦ ἀποκτανθῆναι πάλιν. καὶ ὁ τοῦ βασιλέως ἕκτος σύμβουλος καὶ φιλόσοφος τὴν τοιαύτην μαθών ἀπόφασιν, πρὸς τὸν βασιλέα εἰσέρχεται ἡμέρᾳ ἕκτῃ καὶ προσκυνήσας, „ζῆθι, βασιλεῦ,“ ἔφη εἰς τὸν αἰῶνα, καὶ ἐπὶ μα- κρούς χρόνους ἡ ἐξουσία σου διαμένοιε. γινώσκειν δέ σου τὸ κράτος δουλοπρεπῶς ἀξιῶ, ὅτι ἐὰν μηδʼ ὅλως ἔτυχεν υἱὸν ἔχειν σε, ἔδει μετὰ πολλῆς ἀγά- πης καὶ θερμῆς καρδίας καὶ ἐπιμόνου παρακλήσεως παρακαλεῖν τὸν θεὸν τοῦ δοῦναί σοι παιδίον, ὡς ἔχειν τοῦτο κληρονόμον καὶ διάδοχον τοῦ κράτους σου· νῦν δὲ παῖδα ἔχων, πειρᾶσαι τοῦτον φονεῦσαι συμβουλῇ κακογνώμου γυναικός, καὶ ταῦτα μὴ γι νώσκων εἴτε αἴτιός ἐστιν ὁ παῖς θανάτου, εἴτε καὶ μή. καὶ ἐὰν τοῦτο ὃ λέγεις ἀνεξετάστως γένηται, ἐς ὕστερον σύ θανατηφόρον ἐπιλήψῃ τὴν λύπην, ὥστε σχεδὸν ὑπὸ τῆς λύπης ἑαυτὸν διαχειρίσεις· ἀλλὰ καὶ γενήσεταί σοι ὥσπερ δή τινι συνέβη περιστερὰ. Λέ- γεται γὰρ περὶ ἐκείνης ὅτιπερ κατῴκει πλησίον τινῶν χωραφίων· καὶ κατὰ τὸν καιρὸν τοῦ θέρους ἐκείνων τῶν χωραφίων ὑπῆρχεν ἡ περιστερὰ ἀκο- λουθοῦσα ὄπισθεν τῶν θεριστῶν, συνάγουσα τὸν σῖτον καὶ ἐσθίουσα. ὡς δὲ ἐχόρτανε, τὸ περισσὸν σιτάριον ἐσύναξεν εἰς τινα τρύπαν τοῦ τοίχου. μιᾷ γοῦν τῶν ἡμερῶν φέρουσα ἡ περιστερὰ κατὰ τὴν συνήθειαν σιτάριον, ἵνα θήσῃ καὶ αὐτὸ εἰς τὴν ὀπὴν ἐκείνην τοῦ τοίχου, ἐγένετο γεμίσαι τὴν τρύπαν· καὶ λέγει τὸ ἀρσενικὸν περιστέριν πρὸς τὸ θηλυκόν· „προσέξον· μηδεὶς ἀφʼ ἡμῶν προσεγγίσῃ τῷδε τῷ „σίτῳ, ἕως ὁ τοῦ χειμῶνος ἔλθῃ καιρός, ὅταν οὐκ „ἔστι ποσῶς σιτάριν εὑρεῖν. τότε καὶ αἰ δύο ἀμφό- „τεραι διατραφῶμεν ἐκ τοῦδε τοὺ σιταρίου. “ἡ δὲ θήλεια πρὸς τὸ ἀρσενικὸν εἶπε· „καλῶς τοῦτο καὶ „συμφερόντως μέσον ἡμῶν φυλάξαι ἔταξας, ὦ οὗ- ος, καὶ οὕτω ποιήσομεν ὡς εἶπας. “καὶ ἔκτοτε αἱ περιστεραὶ ἔξω βόσκοντο. τοῦ δὲ ἡλίου λάμποντος τῇ ὀπῇ ἐκείνῃ, ἐξηράνθη σφοδρῶς ὁ σῖτος, διότι χλωρὸς ἦν ὅτε συνήγετο. καὶ δὴ ἐν μιᾷ τῶν ἡμερῶν ἐλθοῦσα ἡ περιστερά, ἥτις ἔθηκε τὸν σἴτον, βλέπει τοὺς κόκκους ὀλίγους ὑπὸ τῆς ξηρότητος καὶ λέγει πρὸς τὴν θήλειαν· ,,τί ἔνι τοῦτο ὅ θεωρῶ ; οὐκ εἶ- πόν σοι ἵνα μηδεὶς ἡμῶν ἅψηται τούτου τοῦ σίτου ; “καὶ ἡ ὁμόζυγος ἔφη ,,οὐχ ἡψάμην αὐτῶν οὐδʼὅλως. “ὁ δὲ ἄρρην μηδαμῶς πιστεύσας τὴν θήλειαν, περισσο- τέρως ἄγριος ἦν, καὶ ἰσχυρῶς κρούει ταύτην καὶ τῆς ζωῆς διακόπτει. καὶ ἀπέμεινε μοναχὸς ὁ ἀρσενικός. τοῦ δὲ χειμῶνος ἐλθόντος καὶ πολλῶν βροχῶν γενο- μένων καὶ χιόνος κατενεχθείσης, πάλιν ὁ κεκρυμμέ- νος σῖτος τῇ τοῦ ἀέρος ὑγρότητι διανοτισθεὶς ὅλην ἐκείνην τὴν θυρίδα ἐγέμωσεν ὡς τὸ πρότερον. καὶ τοῦτο ἰδοῦσα ἡ περιστερὰ ἐνόησε τὴν αἰτίαν τῆς ἐλλείψεως καὶ τῆς ὕστερον τοῦ σίτου ἀναπληρώ- σεως, καὶ πικρῶς ἔκλαιε μεταμελόμενος ἐπὶ τῷ θα- νάτῳ τῆς ὁμοζύγου· οὐδὲν δὲ ἀπὸ τῆς μεταμελείας ὠφελήθηκεν. Τὸν ἴσον τρόπον οὖν οἶδα, ὦ βασι- λεῦ, ὅτι καὶ σὺ ἐὰν τὸν υἱόν σου φονεύσῃς ἐκ μό- νης διαβολῆς τοῦ καταράτου γυναίου, καὶ ταῦτα μὴ γινώσκοντός σου εἰ ἐκεῖνος ταῖς ἀληθείαις κατάκρι τος ὑπάρχει καὶ ἔνοχος θανάτου ἐστί, συμβήσεται καὶ τῷ σῷ κράτει ὡς ἐκείνῃ τῇ περιστερᾷ συμβέβηκε, καὶ τοῖς κέντροις τῆς μεταμελείας χαλεπῶς ἔσῃ κεν- τούμενος, καὶ οὐδεμία σοι ἀπὸ τούτου ὠφέλεια προσγενήσεται, ἀλλὰ μᾶλλον βλάβη πρὸς θάνατον. καὶ ἄλλης δέ μου διηγήσεως ἄκουσον, ὦ∾βασιλεῦ, δηλοποιούσης σαφέστατα περὶ τῶν γυναικείων πρα- γμάτων, ἤγουν τῶν πανουργιῶν.