Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 25
Not analysed yet
Ἀνήρ τις ἦν γεωργός. οὗτος οὖν μιᾷ τῶν ἡμε- ρῶν ἐξῆλθε τοῦ σπεῖραι τὸ χωράφιον αὐτοῦ. ἡ δὲ γυνὴ αὐτοῦ ἑτοιμάσασα ἑψητὰ μαγειρεύματα καὶ ὄρ- νιθα καὶ μελίπηκτον ἔδεσμα, ἐν σπυρίδι ἐνθεῖσα πρὸς τὸν ἄνδρα ἐκόμιζε. συνέβη δὲ αὐτὴν πορευο- μένην διαβῆναι ἀπό τινος ξενοδοχείου, ἐν ᾧ ἦσαν ἄνθρωποι ὁδοιπόροι ἀναπαυόμενοι· καὶ ὡς εἶδον τὴν γυναῖκα, ἐκράτησαν αὐτὴν καὶ ἔσω τοῦ ξενοδοχείου εἰσάξαντες, ἅπαντες συνεμίγησαν καὶ τὰ βρώματα ἅπαντα ἔφαγον. ὀλίγον δὲ ἀπὸ τὸ μελίπηκτον [ἤγουν τὴν μουστόπιτα,] ἀφέντες, κατεσκεύασαν αὐτὸ εἰς εἶδος καὶ μορφὴν ἐλέφαντος, καὶ ἔθηκαν αὐτὸ ἐν τῇ σπυρίδι, μὴ εἰδυίας ὅλως τῆς γυναικὸς περὶ τούτου, καὶ τὴν σπυρίδα σκεπάσαντες, ἀφῆκαν αὐ- τὴν ἀπελθεῖν. ἥ δὲ λαβοῦσα τὴν σπυρίδα ὡς τὸ πρότερον σκεπασμένην, μὴ εἰδυῖα ὅτι κατέφαγον ἅπαντα, ἀπῆλθε πρὸς τὸν ἄνδρα φέρουσα ταῦτα. ὅ δὲ ἀποσκεπάσας τὴν σπυρίδα, οὐδὲν ἄλλο ἐν αὐτῇ βλέπει ἢ τὴν μουστόπιτα καὶ πρὸς τὴν γυναῖκά φη- σιν· ,,ὦ γύναι, τί τοῦτο; “ἣ δὲ θεασαμένη τοῦτο, εὐθὺς τὸ ἐπʼ αὐτῇ γεγονὸς πανούργως διαμηχανᾶ- ται καὶ ψευδοποιεῖ, καὶ φησὶ πρὸς τὸν ἄνδρα· ,,ἔδοξέ ,,μοι ἐν ὕπνοις καθῆσθαί με ἐπάνω ἐλέφαντος, καὶ ,,πεσοῦσα ἐκ τοῦ ἐλέφαντος συμπατηθῆναι τοῖς ,,ποσὶν αὐτοῦ. ἐξυπνίσασα δὲ πολλῷ τῷ φόβῳ συν- ,,εκρατούμην, καὶ αὐτίκα ἀπῆλθον πρὸς ὀνειροκρί- ,,την καὶ τὰ ὁραθέντα διηγησάμην. καὶ ἐκεῖνος εὐ- ,,θὺς τὸ ὄναρ διέλυσε καὶ παρήγγειλέ μοι εἰπών· ,,πρέπει σε ποιήσαι ὡς ἐλέφαντος μορφὴν ἐκ μέλιτος ,,ἐζυμωμένην, καὶ τῷ ἀνδρί σου ἀπόδος φαγεῖν, ἵνα ,,τὸ ὄναρ ἀκινδύνως διαλυθείη. “καὶ ἰδοὺ κατὰ τοὺς ,,λόγους τοῦ ὀνειροκρίτου, ὡς βλέπεις, τοῦτο πε- ,,ποίηκα. σύ δέ, ὦ ἄνερ, λοιπὸν προθυμότατα λάβε ,,καὶ φάγε, ὡς ἄν μηδεὶς ἐμοὶ γενήσεται κίνδυνος. “ὁ δὲ ἀνὴρ αὐτίκα τὴν μουστόπιταν ἔφαγε. καὶ οὕ- τως ἡ γυνὴ τοιαύτην πρόφασιν ποιησαμένη, τὸ ἀνύ -ποπτον ἑαυτῇ, ὅσα ἔπαθε τῷ ἀνδρὶ κατασκεπάσασα, περιεποιήσατο· ὅλα γὰρ ὅσα ἔλεγεν ἡ γυνὴ χωρίς τινος ἀντιλογίας ἐπίστευεν ὁ ἀνήρ. Λοιπὸν οὖν, ὦ βασιλεῦ, καὶ αὐτὸς γίνωσκε τὸ ποικίλον τῶν παν- ουργιῶν τῶν φαύλων καὶ πονηρῶν γυναικῶν, καὶ ὅτι γε, εἴ τι ἂν βουληθῶσιν, ἑτοίμως ἔχουσι πονη- ρεύεσθαι καὶ κατασκευάζειν περ θελήσουσι. “