Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 28
Not analysed yet
Βλέπε οὖν, βασιλεῦ, ὁποῖα ἔργα τῷ ἀνδρὶ ἐκείνῳ συμβέβηκε, διότι ἀσυλλογίστως τῇ πονηρᾷ βουλῇ τῆς γυναικὸς ὁ μάταιος ἐπίστευε. καὶ νῦν λοιπὸν μακροθύμησον, παρακαλῶ, καὶ μὴ σπούδαζε πρὸς τὸν ἄδικον τοῦ υἱοῦ σου φόνον, μηδὲ συναρ- παγῇς τῇ τῆς γυναικὸς πονηρὰ καὶ ἀναισχύντῳ συμ- βουλῇ· μᾶλλον γὰρ ὅταν ὑπάρχῃ ἡ διαβάλλουσα γυνὴ κατὰ πολὺ κακότροπος καὶ πρὸς φόνον ἐρε- θίζουσα, φαίνεται ὅτι οὐ διὰ δίκαιόν τι συμβουλεύει καὶ ἐπαινετόν, ἀλλὰ διʼ ὄρεξιν καὶ μανίαν. καὶ διὰ τοῦτο οὐδαμῶς οὐδαμὴ πρέπει πιστεύειν αὐτήν. ὅμως καὶ ἄλλης διηγήσεώς μου ἀκοῦσαι παρακαλῶ.