Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 29.1
Not analysed yet
Ἀνήρ τις ὑπῆρχεν, ὂς ὤμοσεν εἰς ἑαυτὸν τοῦ μὴ καθίσαι εἰς ἕνα τόπον ἢ εἰς παραδιαβασμοὺς ὡς νέος περιπατῆσαι μηδὲ γυναῖκα λαβεῖν, ἕως ὅτου νᾷ μάθῃ τὰς πονηρίας ὅλας καὶ τὰ τεχνάσματα τῶν κακῶν γυναικῶν. καὶ τὸν λογισμὸν τοῦτον ἔχων ἐν ἑαυτῷ, ἐξῆλθε τῆς ἰδίας πατρίδος, καὶ περιεπάτει κατὰ πό- λιν καὶ χώραν, μαθεῖν σπουδάζων ἅπερ ἠβούλετο. ἄλλος δέ τις ἄνθρωπος ἐν τῇ ὁδοιπορίᾳ συναντήσας, ἠρώτησεν αὐτόν· καὶ ὡς ἤκουσεν αὐτοῦ, ὅτι διὰ τῶν πονηριῶν τῶν γυναικῶν περιπατεῖ, μαθεῖν βου- λόμενος τὰς πονηρίας], ,,ὦ ἄνθρωπε, μάτην κο- πιᾷς· “φησίν „οὐ γὰρ δυνήσῃ τὰς τῶν γυναικῶν γνώμας καὶ πονηρίας εὑρεῖν ἢ μαθεῖν. εἰ δὲ θέ- „λεις μαθεῖν ὀλίγα τινὰ ὡς ἀμετρήτων οὐσῶν, εὑρὲ „τόπον τινὰ μοναξόν, καὶ σύναξε στάκτην ἢ κονι- „ορτὸν τῆς γῆς πολύν καὶ κάθισον ἐπάνω αὐτοῦ „τεσσαράκοντα ἡμέρας καὶ νύκτας ὁμοίας, ἐσθίων ,,καὶ πίνων ὀλίγον· καὶ τότε θέλεις δυνηθῆν εὑρεῖν „τὰς πανουργίας τῶν γυναικῶν. “δὲ νέος τῶν λόγων τούτων ἀκούσας, ἐποίησε καθὼς ἐκεῖνος ἐδί- δαξε, καὶ ἦν καθήμενος ἐπὶ σποδοῦ τρώγων ὀλίγα· καὶ ἐφʼ ὅλαις τεσσαράκοντα ἡμέραις καὶ τεσσαρά- κοντα νύκταις ἀπεγράφετο τὰς τῶν γυναικῶν πα- νουργίας. καὶ ὡς ἐτελέσθησαν αἱ ἡμέραι καὶ νύκται, ὡς ὕστερον ἐφάνη αὐτῷ ὅτι οὐδεμίαν πονηρίαν τῶν γυναικῶν ἀφῆκεν ἄγραφον, ἔλαβε τὰς πονηρίας ἃς ἔγραψε καὶ ἐστράφη εἰς τὸ ὁσπήτιον αὐτοῦ. καὶ ἐπανερχόμενος εὑρὼν χωρίον, ἔμεινεν ἐκεῖ ἀναπαυ- θὴναι μικρόν. ἐν τῷ χωρίῳ γοῦν ἐποίησέ τις τρα- πέζιν μέγα, καὶ ἐκάλεσε πολλούς· μετὰ πάντων δὲ ἐκάλεσε καὶ τὸν ξένον· ὅς καὶ ἐλθών ἐκαθέσθη μετὰ τῶν λοιπῶν, μὴ ἐσθίων ὁμοίως ἐκείνοις τὰ ἐν τῇ τραπέζῃ. ὅτε καὶ λέγει πρὸς αὐτὸν ὁ ἔχων τὴν τρά- πεζαν· „πόθεν εἶσαι καὶ τίς εἶσαι, φίλε; · ὃ δὲ εἶπε· „στρατοκόπος ὑπάρχω, καθὼς ὁρᾷς, καὶ ἀπὸ „μακροῦ τόπου ἦλθον ἐνταῦθα. καὶ γὰρ ἐξῆλθον „ἀπὸ τὴν πατρίδα μου, ὅπως νᾷ μάθω φρόνησιν „καὶ νὰ ἐγνωρίσω τὰ τῶν πονηρῶν γυναικῶν πονη- ρεύματα. “τότε λέγει ὁ οἰκοδεσπότης πρὸς τὴν ἑαυτοῦ γυναῖκα· ,,ὁ ἄνθρωπος οὗτος ξένος ἐστὶ τοῦ „χωρίου ἡμῶν καὶ οὐδʼ ὅλως ἤκουσε φαγεῖν εἰς τὴν „τράπεζαν ἡμῶν· ἐξέβη γὰρ ἀπὸ τῆς πατρίδος αὐ- „τοῦ καὶ ὅλας τὰς χώρας περιεπάτησε καὶ πάσας τὰς „πονηρίας τῶν γυναικῶν ἔμαθε καὶ ἔγραψεν. ἀλλʼ „ἀναστᾶσα, γύναι, οἰκονόμησον αὐτῷ ἰδίως τὰ πρὸς „τροφὴν αὐτοῦ, ὡς ἂν παῤ ἡμῖν οὗτος ὁ ξένος „μετὰ καλῆς φιλίας τραφῇ. “ἡ δὲ γυνὴ πάντα ἐποίησε καθὼς ὁ ἀνὴρ ἐνετείλατο, καὶ τὸν ξένον εἰσήγαγεν εἰς τὸ ἐνδότερον οἴκημα καὶ παρέθηκε τράπεζαν μεστὴν τροφῶν. εἶτα ἐπηρώτησεν αὐτὸν λέγουσα· „τί ἐποίησας, ὦ ἄνθρωπε; γέγραφας πά- „σας τὰς τῶν γυναικῶν πονηρίας; “ὃ δὲ „ναί· “φησίν „οὐδεμίαν πονηρίαν τῶν γυναικῶν ἢ ἐπιβου- „λὴν ἢ κατασκευὴν κακὴν ἄγραφον ἀφῆκα. “ἡ δὲ γυνὴ τῶν λόγων τούτων ἀκούσασα, κατέλαβεν αὐ- τὸν εἶναι ἄγνωστον καὶ ματαιόφρονα, καὶ πρὸς αὐ- τὸν εἰρωνευομένη ἔλεγεν· „ἐπειδή, ὡς λέγεις, ὦ „ξένε, πάντα τὰ πονηρεύματα ἔγραψες, ἀδύνατόν „ἐστι γυναῖκα, ἐὰν καὶ ἐγώ εἰμι, τεχνάσασθαί τι „πρὸς σὲ πονηρὸν ἢ διὰ λόγου ἢ ἔργου; πλήν, ὡς ,,ἂν λέγω σοι μιᾶς γυναικὸς ἔργον, ἄκουσον ἐὰν „ἔχῃς γραμμένον τοῦτο. “ὃ δὲ εἶπεν· „εἰπέ. “ἡ δὲ γυνὴ ἔφη·