Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 30.1
Not analysed yet
„ἦν τις ἀνὴρ ἔχων γυναῖκα τιμίαν καὶ φρόνι- μον, ὅστις ἀεὶ περισύρων τὰς γυναῖκας ὅλας ἐτύγ- χανεν. ἡ δὲ γυνὴ ἀντέλεγε τῷ ἀνδρί· „μὴ ὕβριζε „πάσας, ἀλλὰ τὰς κακάς. “ὁ δὲ ἀντέφησεν· „ὅλας. “ἣ δὲ „μὴ οὕτως λέγε,“ φησίν, „ἐπείτοι γε οὐκ ἐτυ- „χες ἐμπλακῆναι ἐν μιᾷ τούτων. “ὃ δὲ λέγει· „εἰ ἐτύγχανον ἐν μιᾷ τούτων κακῇ, ἔμελλον αὐτὴν „ῥινοτομῆσαι. “πλησίον γὰρ τῷ οἰκήματι αὐτοῦ φιλονεικοῦσαι ἐτύγχανον αἱ γειττόνισσαι, καὶ οὗτος καθʼ ἑαυτὸν ὕβριζεν αὐτάς. ἡ δὲ γυνὴ λέγει τῷ ἀν- δρί· „σήμερον τί ποιεῖς; “ὃ δὲ λέγει· „ἀπέρχομαι „εἰς τὸ χωράφιον· καὶ σύ ἀργὰ μαγείρευσὸν τι καὶ φέρε μοι ἔξω νὰ φάγω. “ἣ δὲ ἀπελθοῦσα εὗρεν ὀψάρια κατὰ τὴν ὀδὸν καὶ ἠγόρασε. καὶ τὸ μὲν μα- γέρευμα μετὰ τοῦ τζουκαλίου ἐκόμισε τῷ ἀνδρὶ αὐ- τῆς φαγεῖν. αὕτη στρεφομένη πρὸς τὸ ὁσπήτιον ῥίπτει κατὰ τὴν τοῦ ἀρότρου σκαφὴν ἓν γυλλάριον, ἀλλαχοῦ δὲ δύο, ἕως ὅτου ἔρριψεν ὅλα. καὶ ὁ ἀνήρ, τῆς γυναικὸς διαβάσης, ἐρχόμενος μετὰ τῶν βοῶν ἀροτριᾶν, εὑρίσκει τὰ ὀψάρια ἐρριμμένα, ποὺ μὲν δύο, ποῦ δὲ τρία, καὶ ἐσύναξεν αὐτά. καὶ ἀργὰ σχολάσας ἄπεισιν εἰς τὴν οἰκίαν, καὶ λέγει τῇ γυ- ναικί· ,οὐκ ἐποίησάς τι, ὥστε φαγεῖν ἡμᾶς ὀψέ· ἣ δὲ „μὴ ἔχουσά τι“ εἶπέν ,ἢ κρέας ἢ ὀφάριον ἢ „ἄλλο τι, οὐκ ἐμαγείρευσα. “καὶ ὅς φησιν· „ἰδοὺ „ὀψάρια, ἃ εὗρον ἐν τῷ χωραψίῳ, καὶ ἕφησον αὐτά. “ἣ δὲ ἀκούσασα, τὰ μὲν ὁψάρια λαβοῦσα ἔκρυφε· τράπεζαν δὲ θεῖσα, λέγει ὁ ἀνήρ· „τὰ ὀψάρια ποῦ; “ἣ δέ, „ποῖα ὀψάρια; “φησίν. ὃ δὲ λέγει· „μωρή, „οὐκ ἔψερά σοι ἀρτίως ὀψάρια, ἃ εὗρον εἰς τὸ χω- ράφιν; “δὲ ἄμα ταῖς ὄνυξι σπαράξασα τὰς πα- ρειὰς ἐβόησε· ἀκούσατε, γείτονες. “καὶ τῶν γει- τόνων συναχθέντων λέγει ἡ γυνή· „ἀκούσατε, ἄρ- χοντες· ὀψάρια [γυλλάρια] λέγει μοι ἑψῆσαι ἃ ἔφερεν „ἀπὸ τὸ χωράφιον. “καὶ οἱ ἄνθρωποι συναχθέντες λέγουσι τῷ ἀνθρώπῳ· „τί λέγεις; ἐν τῷ ἀγρῷ ὀψάρια „εὑρίσκονται; “ὃ δὲ λέγει· „αὐθέντες καὶ ἀδελφοί, „ἐγὼ εὗρον αὐτὰ ἐκεῖσε· πῶς δὲ εὑρέθησαν οὐκ „οἶδα. “τότε τῆς γυναικὸς βοώσης ὅτι ,δαιμόνιον „ἔχει οὗτος,“ οἱ δὲ γείτονες ἐν ποσὶ καὶ χερσὶ πέ- δαις σιδηραῖς ἔβαλον· καὶ ὅλην τὴν νύκτα ὁ δείλαιος ἔλεγε· „καὶ οὐχ εὗρον τὰ γυλλάρια καὶ κομίσας δέ- „δωκα τῇ κυνὶ ταύτῃ, εἰπών Ἕψησον αὐτά; κατὰ τί δὲ ἐσιδέρωσάν με; “τῆς δὲ πάλιν βοώσης, καὶ ἡμέρας ἐπιγενομένης, παραγίνονται οἱ γείτονες ἐρωτῶντες· „τί γέγονας; “ὅτε καὶ αὖθις τὴν ἀλήθειαν ὁ ἄτυχος ἔλεγε. τῆς δὲ γυναικὸς βοώσης ὅτι ,δαιμόνιον ἔχει, οἱ ἄνθρωποι ῥᾳδίως ἐπίστευον τὴν γυναῖκα, καὶ ἔλεγον· „ἀληθῶς ὁ ἄνθρωπος ἔπαθέ τι. “μετὰ δὲ τρίτην ἡμέραν λέγει ἡ γυνὴ τῷ ἀνδρί· „πεινᾷς; ἵνα „σοι δώσω τι φαγεῖν. “ὃ δὲ λέγει· „ναί· καὶ τί „ἔχεις δοῦναι μοι φαγεῖν; “δέ· „ὀψάρια τηγάνου. “ὃ δέ· „καλῶς εἶπας, ὦ γύναι· ἅ σοι ἐκόμισα ὀψάρια „ἀπὸ τὸ χωράφιν, ταῦτά εἰσι; “καὶ ἄμα ἡ γυνή· „ἄρχοντες χριστιανοί, ἀκόμη τὸ δαιμόνιον κατέχει „τοῦτον, καὶ πάλιν ὀψάρια λέγει. “τοῦ δὲ εἰπόντος „οὐκ ἔτι τὸν λόγον εἴπω τοῦτον,“ ἡ γυνὴ ἔδωκεν αὐτῷ καὶ ἔφαγεν ἀπὸ τῶν ὀψαρίων ἐκείνων, μὴ εἰ- πὼν ἔτι λόγον περὶ τούτου. ὕστερον δὲ λέγει τῇ γυναικί „λῦσον με. “ἢ δὲ λέγει· μὴ ὀψαρίων μέ- μνησαι; “ὃ δὲ λέγει· „οὐκ οἶδα τί λέγεις. “τότε ἔλυσεν αὐτόν, καὶ λέγει· „ὦ ἄνερ, ὅσα εἶπας, καλῶς „εἶπας· ἀλλὰ διότι ὕβριζες οὐχὶ τὰς κακὰς γυναῖκας „μόνον ἀλλὰ καὶ τὰς καλάς, κἀγώ σοι εἶπον „Σιώπα,“ „σὺ δὲ εἶπας „Ἄν εἶχον ἐγώ τοιαύτην πονηρὰν γυ- „ναῖκα, ἔμελλον αὐτὴν ἀνελεῖν,“ διὰ τοῦτό σοι „ἐποίησα ὅσα εἶδες· καὶ μηκέτι καυχᾶσαι περιγενέ- „σθαι τῶν γυναικῶν. τούτοις οὖν τοῖς λόγοις προσέθηκε τῷ ξένῳ καὶ λέγει αὐτῷ· „τὸν ἐμὸν ἄν- „δρα βλέπεις, ὦ ξένε, κατὰ πολύ γηραιὸν ὄντα κἀμὲ „πάλιν νέαν καὶ εὔμορψον καὶ τὴν τῶν ἀνδρῶν „ὁμιλίαν ἀγαπῶσαν πολλά, σὲ δὲ νέον ὄντα καὶ δυ- „νάμενον τὴν ἐπιθυμίαν μου χορτάσαι. ὁ ἀνήρ μου „ἐστὶν ἔξω μετὰ τῶν φίλων· καὶ σύ ἀναστὰς πλή- „ρωσον τὴν ἐπιθυμίαν μου. ὁ δὲ ξένος ἐκεῖνος ἀπατηθεὶς ἔλυε τὴν ζώνην τοῦ βρακίου τοῦ ἀναβῆ- ναι τῇ κλίνῃ. ὡς γοῦν εἶδεν ἡ γυνὴ τὸ πρὸς συνου- σίαν σύντομον τοῦ ξένου, ἅμα βαλοῦσα τὰς χεῖρας ἐπὶ τὴν ἑαυτῆς κεφαλήν, τὴν κόμην ἐσπάραττε βο- ῶσα· „βαβαί ὁττοτί. “καὶ τότε οἱ ἐν τῷ χωρίῳ οἰκοῦντες προσέδραμον καὶ οἱ καλεσμένοι. ὁ δὲ ξέ- νος αὐτὴν βοῶσαν ἰδών καὶ τὸ πλῆθος εἰσρέον εἰς τὸν οἶκον, πάλιν ἐκάθισεν ἐμπροσθεν τῆς κειμένης αὐτῷ τραπέζης, φόβῳ συνεχόμενος πολλῷ καὶ μὴ ἔχων τι διαπράξασθαι. οἱ δὲ γεωργοὶ εἰσελθόντες λέγουσι τῇ γυναικί· „πῶς ἔπαθες; καὶ τίς ἡ αἰτία „τῆς τοσαύτης σου βοῆς; ἣ δὲ πρὸς αὐτούς εἶπεν· „οὗτος ὁ ξένος, ὁ παρʼ ἡμῶν φιλοφρονούμενος, ἀπὸ „τῆς τραπέζης ἐσθίων, ὑπό τινος θρύμματος [ψίχας] „τὸν λαιμὸν ἐκρατήθη κακῶς, καὶ παρὰ μικρὸν „ἐκινδύνευε πνιγῆναι. ἐγώ δὲ ἐξαίφνης ἰδοῦσα τὸ „συμβὰν καὶ δειλιάσασα τὸν θάνατον τοῦ ξένου, „οὕτως ὡς ἠκούσατέ μου ἐβόησα. νῦν δὲ ἡ τοῦ θεοῦ „βοήθεια προφθάσασα ἠλευθέρωσεν αὐτὸν τῆς ἀνάγ- „εκης τοῦ πνιγμοῦ, αὐτῷ τὴν ὑγείαν χαρισαμένη. “ταῦτα τῆς γυναικὸς εἰπούσης, ἅπαντες διέβησαν. ἡ δὲ γυνὴ ἐκείνη πλησιάσασα τῷ ξένῳ, λέγει πρὸς αὐτόν· „ἆρα ὅσον σοι διηγησάμην καὶ ὅσον ἄρτι „ἐποίησα ἔχεις γεγραμμένον· ὁ δὲ ξένος „οὐδα- „μῶς,“ ἔφη. ἢ δὲ πρὸς αὐτόν· „μάτην λοιπόν, ὦ „ἄνθρωπε, τούς τοσούτους κόπους καὶ τὰς ἐξόδους „ἐποίησας· πολλὰ γὰρ σπουδάσας οὐδὲν ἐποίησας, „καὶ τὰς τῶν γυναικῶν μηχανουργίας οὔπω κατε- νόησας. “ὃ δὲ ἄμα τῷ λόγῳ ἐκείνης ἀναστὰς καὶ τὰ γεγραμμένα παρʼ αὐτοῦ (περὶ) τῶν γυναικῶν λαβών, τῷ πυρὶ ἐνέβαλε καὶ θαυμάζων ἔλεγεν· „,ὡς „οὐδεὶς ἀνθρώπων γνωρίσαι δύναται τὰ τῶν γυ- „ναικῶν πανουργεύματα. “μετὰ δὲ ταῦτα διαπο- ρήσας καὶ μὴ ἔχων τι διαπράξασθαι, οὐ προσέθηκε ζητῆσαι πλέον τὰ γυναικεῖα κακά. καὶ οὕτως εἰς τὴν ἑαυτοῦ πατρίδα ὑπέστρεψε καὶ ἀπλῶς γυναῖκα ἔγημεν.