Ancient Greek · ~3 min
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 31
Not analysed yet
Ἀπὸ τούτων γοῦν, ὦ βασιλεῦ, τῶν ἐξηγηθέν- των τῷ κράτει σου παρὰ τῆς ἐμῆς οὐθενότητος καὶ εὐτελείας γνῶθι ἀκριβῷς ὡς ἀτελείωτός ἐστιν ἡ τῶν γυναικῶν πονηρία, καὶ μὴ οὕτως ἀπλῶς καὶ ἀνεξε- τάστως ὑπακούσῃς πρὸς τὸν τοῦ υἱοῦ σου φόνον διὰ μόνην ἄκαιρον καὶ μανιώδη γυναικὸς κατηγορίαν. εἰ γὰρ τὸν σὸν παῖδα φονεύσεις, τίς ἄρα ἐστὶν ὁ τῆς σῆς βασιλείας διάδοχος καὶ κληρονόμος τοῦ γέ- νους σου καὶ τῆς ἀρχῆς; μὴ ἡ κακοσύμβουλος γυνὴ τὴν σὴν ἀρχὴν καὶ βασιλείαν διαδέξεται; καὶ τίς ἐστιν ὁ θαρρήσας ἐπὶ τὸ σὸν κράτος ὥστε δουλεῦ- σαί σοι; καὶ εἰ οὐ φθάσει ἀμοιβὰς παρὰ σοῦ λαβεῖν ἕνεκα ὧν σοι δεδούλευκε, παρὰ τίνος ἔξει τὰς ἀμοι- βάς, τοῦ υἱοῦ σου ἀδίκως παρὰ σοῦ φονευθέντος; ὅπερ καὶ εἰς ὅλην τὴν οἰκουμένην ὄνειδος ἔσται σοι αἰώνιον. “