Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 48.1
Not analysed yet
„Βασιλεύς τις ἦν ἐν τοῖς ἄνωθεν χρόνοις, ὅστις εἶχε μετʼ αὐτοῦ πολλούς φιλοσόφους, ἐξ ὧν εἶς ὑπῆρχε τῶν ἄλλων μειζότερος λίαν. ἦν δὲ παρʼ ἐκείνῳ τῷ βασιλεῖ ἄνθρωπός τις τὴν ἀστρολογικὴν τέχνην μεγάλως γινώσκων καὶ μετερχόμενος. τῷ γοῦν πρώτῳ φιλοσόφῳ ἐκείνῳ τοῦ βασιλέως γεννᾶται τότε υἱός. καὶ εἶπον τοῦτο τῷ βασιλεῖ ὡς „ὁ δεῖνα φιλό- σοφος ἐγέννησεν υἱὸν σήμερον. “ὁ δὲ βασιλεύς εὐ- θὺς τὸν ἀστρολόγον προσεκαλέσατο. καὶ ὁ ἀστρο- λόγος πρότερον, τὴν γέννησιν τοῦ παιδὸς ἀκούσας, ἐξέτασεν ἐν τοῖς ἄστροις περὶ τῆς τύχης τοῦ παιδός· καὶ ὡς ὁ βασιλεύς αὐτὸν ἐλάλησε τοῦ ἐρωτῆσαι αὐ- τὸν περὶ τοῦ παιδός, αὐτὸς ἅμα λέγει τῷ βασιλεῖ· „ὁ παῖς οὗτος, ὧ δέσποτα, ὁ νῦν γεννηθείς, ἐξ ὧν „με διδάσκουσιν οἱ τῶν ἀστέρων δρόμοι, τὴν τῶν „λῃστῶν καὶ κακούργων κακὴν τύχην ἔχει, καὶ πολ- „λοὺς ἐπιζήσει χρόνους, καὶ τῷ τρισκαιδεκάτῳ ἔτει „τῆς ζωῆς αὐτοῦ μέγα κακὸν καὶ κλεψίαν ποιήσει. “τούτων οὕτως λαληθέντων παρὰ τοῦ ἀστρολόγου, λέγει πρὸς αὐτὸν ὁ πατὴρ τοῦ τεχθέντος παιδός· „νῦν λοιπὸν ὅλα κατὰ ἀλήθειαν ἐφανέρωσας τῷ βα- „σιλεῖ τὰ περὶ τοῦ γεννηθέντος μοι παιδός ; “ὃ δέ „ναί,“ φησίν, „ὦ φιλόσοφε· καὶ γὰρ ἀκριβῶς ἐξέ- „τασα τὰ περὶ τῆς τύχης τοῦ παιδός, καὶ εὗρον ὅτι- „περ λῃστὴς γενήσεται καὶ λῃστῶν ὁ χαλεπώτατος. · ἀποκριθεὶς δὲ ὀ φιλόσοφος λέγει ἐκείνῳ τῷ βασιλεῖ· „ἐγὼ λοιπὸν τὸν ἐμὸν παῖδα παιδεύσω οὕτως ἐντάξει „τοιαύτῃ, τοὺ μὴ ποιῆσαι αὐτὸν τοιαύτην ποτὲ πρᾶ- „ξιν· ἀλλὰ μᾶλλον ποιήσω αὐτὸν φεύγειν ἐκ τῶν „ἀπηγορευμένων [καὶ κακῶν] πράξεων. “ὁ μὲν οὖν γεννηθεὶς παῖς ὀκτώ μηνῶν γεγονώς, διέκοψεν αὐ- τὸν τοῦ βυζάνειν τὸ γάλα τῆς μητρός· ὕστερον δὲ ὁ πατὴρ αὐτοῦ ἐγκατακλείει αὐτὸν ἐν ὁσπητίῳ τινὶ καὶ τρέφει αὐτὸν μὲ τρυφερὰ καὶ μαλακὰ βρώσιμα καὶ πᾶσαν παίδευσιν αὐτὸν ἐκδιδάσκει καὶ ἐντιμό- τητα. καὶ οὕτως τὸν υἱὸν μετὰ πάσης ἀκριβείας παι- δεύων, οὐκ ἀφῆκεν ὅλως τινά ποτε τοῦ ἐλθεῖν πρὸς αὐτόν, οὐδὲ τὸ παιδίον ἔξω τοῦ ὁσπητίου περιπατεῖν. ἀλλʼ οὐδέ τι κακὸν τῶν τοῦ κόσμου ἀφῆκε τὸν παῖδα μαθεῖν ἢ ἀκοῦσαι. καὶ οὕτως ἀνατρεφόμενος ἤρξατο τὸν πεντεκαιδέκατον χρόνον. καὶ λέγει ὁ πατὴρ πρὸς τὸν παῖδα· „αὔριον, ὦ παῖ, βουλόμενος ἀπελθεῖν „πρὸς τὸν βασιλέα, βούλομαι καί σέ γε λαβεῖν· καὶ „γίνωσκε πῶς μετὰ τὴν συνήθη προσκύνησιν χαιρε- „τήσεις τὸν βασιλέα καὶ ὡς πρέπει χαιρετήσεις αὐ- „τόν. “οὕτω μὲν οὖν ὁ φιλόσοφος ἔλεγε τῷ υἱῷ· ὁ δὲ νέος ἀκούσας τὴν πρὸς τὸν βασιλέα παρουσίαν αὐτοῦ, ἠγωνίζετο μᾶλλον ἐπὶ τῷ λόγῳ τοῦ πατρὸς καὶ καθʼ ἑαυτὸν ἔλεγεν ὅτι „ἐγὼ οὐδέποτε βασιλέα „τινὰ εἶδον, καὶ ἐπειδὴ ὁ πατήρ μου ἀρτίως λέγει μοι „προςκυνῆσαι τούτῳ, πρέπει με ἀρωματικὰ εἴδη ,,προσαγαγεῖν τῷ βασιλεῖ, ὅπως διὰ τῆς ὀσμῆς τού- „των καὶ εὐωδίας ἐγκωμιάσαι τὸν βασιλέα. ἀλλὰ „ἐντρέπομαι ζητῆσαι ταῦτα τῷ πατρί μου· ἀλλʼ ὅμως „πρέπει ποιῆσαί με τοῦτο. “ὅτε καὶ τῇ ἐπελθούσῃ νυκτὶ ἐξέρχεται κρυφίως ἀπὸ τοῦ πατρὸς αὐτοῦ καὶ ἀπέρχεται εἰς τὸ παλάτιον καὶ τρυπήσας τὸν τοῖχον τοῦ παλατίου, εἰσῆλθεν ἐντὸς εἰς τὸ βασιλικὸν κραβ- βάτιον. καὶ ὁ βασιλεύς, ἅμα γενόμενος ἔξυπνος, εἶ- δεν αὐτὸν καὶ ἐταράχθη, καὶ δειλιάσας καὶ πολλὰ φοβηθεὶς ἔλεγε πρὸς ἑαυτὸν ὅτι, „ἐὰν μὴ οὗτος ὁ „κλέπτης εἶχε πολλὴν δύναμιν, οὐκ ἂν οὕτως περὶ „τὸ μέσον τῆς νυκτὸς ἐτόλμησεν εἰσελθεῖν· καὶ ἐὰν „ἀντιπαραστῶ αὐτῷ, ἐπιχειρήσει ἀνελεῖν με. “ταῦτα καθʼ ἑαυτὸν βουλευσάμενος καὶ σιωπήσας, ἀφῆκεν ἄδειαν τῷ κλέπτῃ· τότε ὁ νέος ἀδείας ἐπιλαβόμενος, ἁπλώσας εἰς τὰ ῥοῦχα τοῦ βασιλέως, ἔλαβε μίαν σινδόνα πολλῆς τιμῆς ἀξίαν. ἐκείνην γοῦν μόνην τὴν σινδόνα λαβών, ἐξῆλθε τοῦ παλατίου. καὶ εὐ- θὺς ταύτην διαπωλήσας, ἀπὸ τῆς τιμῆς τῆς σινδό- νος μυρσίνας καὶ ἄλλα μυριστικὰ ἠγόρασε πολλά. ὁ μὲν οὖν βασιλεύς οὐκ ἐγνώρισε τὸν κλέπτην τῇ νυκτὶ ἐκείνῃ· τῇ δʼ ἐπαύριον λαβών ὁ πατὴρ τὸν παῖδα πρὸς τὸν βασιλέα ἐπορεύετο. καὶ εἰσελθόντες προσ- εκύνησαν αὐτὸν μέχρις ἐδάφους· καὶ ὁ παῖς ἅμα τὰ εἴδη ἅπερ ἠγόρασε μυριστικὰ καὶ λίαν εὔμορφα τῷ βασιλεῖ προσήνεγκε, καὶ χωρὶς τῶν μυριστικῶν ἐκεί- νων ἤρξατο ἐγκωμιάζειν καὶ ἐπαινεῖν τὸν βασιλέα. εἶπε δὲ ὁ φιλόσοφος πρὸς αὐτόν· ,,ὦ βασιλεῦ, ζῆθι „εἰς τὸν αἰῶνα. ἰδού, καθὼς ὁρᾷς, τῇ βασιλείᾳ σου „προσέφερον τὸν παῖδά μου, ὑπὲρ οὗ ὁ ἀστρολόγος ,,σου εἶπεν· ‘ἐν τῷ τρισκαιδεκάτῳ ἔτει τῆς ἡλικίας „αὐτοῦ μέλλει ἄρξασθαι τοῦ γενέσθαι λῃστής’· καὶ ,,νῦν ἰδοὺ πεντεκαίδεκα ἐτῶν γεγονὼς οὐδὲ κἂν „κλεψίαν ἐποίησε. καὶ λοιπὸν ὁ ἀστρολόγος σου „ψευδὴς φαίνεται· καὶ ἀπὸ τούτου ὅσα φαίνεται „προλέγων φλυαρίαι ἀπεδείχθησαν νῦν. “ὁ δὲ βα- σιλεύς ἐπὶ τούτοις τοῖς λόγοις ἀκριβῶς καὶ μετὰ περιεργείας ἀτενίσας τῷ προσώπῳ τοῦ παιδὸς καὶ τῷ σχήματι, ἐγνώρισεν ὡς αὐτός ἐστιν ὁ τὸν τοῖχον τρυπήσας καὶ ὡς τολμηρὸς κλέπτης καὶ ἀναίσχυντος τὴν ἐν τῇ στρωμνῇ τοῦ βασιλέως σινδόνα οὗτος ἔκλεψε. καὶ ἀποκριθεὶς ὁ βασιλεύς εἶπε τῷ φιλο- σόφῳ· „οὗτός ἐστιν ὁ κατὰ τῆς βασιλείας εἰσελθών κλέπτης. “καὶ ἀπὸ τούτου μᾶλλον ἐπιστεύθη ἡ τοῦ ἀστρολόγου πρόγνωσις ἀληθὴς εἶναι. Ἀπὸ ταύτης οὖν τῆς διηγήσεως λοιπὸν γίνωσκε, ὦ κράτιστε βα- σιλεῦ, ὅτι ἑκάστου ἀνθρώπου τῇ γεννήσει χωρισμένη τις ἀπὸ θεοῦ κεῖται τελείωσις ἐγνωσμένη, οὐχ ὁρισ- μένη ἡμῖν, ἢ εὐτυχίας ἢ ἀτυχίας, ἀλλʼ οὐδὲ προ- τρεπομένη παρὰ θεοῦ· καθὼς καὶ ἐπὶ τῇ γεννήσει τοῦ σοῦ υἱοῦ γέγονεν, ὅτι οὐκ ἐν ἀρχῇ τῆς ἡλικίας παιδίον ὢν ἔμαθεν, ἀλλʼ ὕστερον εἰς ἀνδρὸς ἡλικίαν ἐλθών· συνῆλθον οὖν αὐτῷ τὰ καλὰ καὶ ἐπαινετὰ καὶ εὐτυχίας γέμοντα ἔργα. ἐν δὲ τῇ γεννήσει τοῦ παιδὸς τοῦ φιλοσόφου ἐκείνου, οὗ εἶχεν ἐκεῖνος ὁ βασιλεύς, συνῆλθε τῇ τύχῃ αὐτοῦ τὰ μυσαρὰ καὶ ἀτυχίας μεστά. “