Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 49
Not analysed yet
Ταῦτα τῷ βασιλεῖ Κύρῳ τοῦ Συντίπα διηγησα- μένου, φησὶν ὁ βασιλεύς πρὸς τὸν ἑαυτοῦ παῖδα· „εἰπέ μοι, περιπόθητόν μου παιδίον, πῶς ἄρα καὶ ποίῳ τρόπῳ ὁ διδάσκαλός σου Συντίπας τὴν τοσαύ- την (σε) φιλοσοφίαν ἐδίδαξεν. “ὁ δὲ παῖς τῷ πατρὶ ἀπεκρίνατο· „ἐπειδήπερ νῦν ἀπὸ τὴν ἀρχὴν ζητεῖς μαθεῖν, ὦ βασιλεῦ, γνωρίζω πάλιν τῷ κράτει σου, ὡς παραλαβών με ἀπὸ σοῦ ὁ διδάσκαλος καὶ ἀγαγών με εἰς τὴν οἰκίαν αὐτοῦ, εὐθὺς ἔκτισε νέον οἶκον, καὶ χρίσας αὐτὸν μετὰ λευκοῦ [ἀσβέστου δηλονότι] κατελάμπρυνε τοῦτον. εἶτα ὅσα ἔμελλε τοῦ διδάξαι με, ἱστόρησεν αὐτὰ ἐν τοῖς τοίχοις τοῦ οἴκου καὶ πᾶσον τὴν ἱστορίαν ἐχώρισε διὰ γραμμάτων καὶ μετὰ ἀκριβείας ἅπαντα συνετάξατο καὶ τὸν ἥλιον δὲ καὶ τὴν σελήνην καὶ τοὺς ἀστέρας ἐκεῖ ἐζωγράφησεν. ἔγραψε δὲ καὶ τὰ δέκα κεφάλαια τῆς σοφίας καὶ τῆς γνώσεως καὶ τῆς διδασκαλίας. ὧν (τὸ) πρῶτον κε- φάλαιον περὶ ἀπαιδεύτου καὶ ὑβριστοῦ ἀνδρός· ὁ γὰρ τοιοῦτος ἄνθρωπος μέσον ἀδελφῶν καὶ φίλων φιλονεικίας καὶ μάχας ἐγείρει. τὸ δεύτερον κεφά- λαιον περὶ φιλοσόφου ἐδίδαξεν ἀνδρός· ὁ γὰρ τοι- οῦτος ἄνθρωπος μεγάλην ὠφέλειαν ποιεῖ τῷ φίλῳ αὐτοῦ. τὸ τρίτον κεφάλαιον περὶ δολιόφρονος ἀν- δρὸς καὶ πονηροῦ, καὶ ὅτι ὁ τοιοῦτος ἅνθρωπος οὐδέποτε ἀγανακτεῖ (εἰ) δόλους κατασκευάζει καὶ κακοῖς κακὰ συρράπτει κατὰ τοῦ πλησίον, ἐκείνου μὴ γινώσκοντος. τὸ τέταρτον κεφάλαιον ἦν περὶ ἀν- θρώπου ὀνειδίζοντος ἀπρεπῶς ἑτέρῳ ἀνθρώπῳ πῶς ἢ ἀπὸ ἀρρωστίας ἢ ἀπὸ ἀσθενείας ἐπισυμβάσης λε- πρὸς γέγονεν ἢ ἀφʼ ἑτέρου συμβάματος ἀνθρωπίνου ἐν τῷ ἰδίῳ σώματι περιφέρει ἀσχημοσύνην. τὸ πέμ- πτον, ὡς οὐ πρέπει τινὰ κριτὴν ἢ ἄρχοντα ἢ βασιλέα ἀπόφασιν ποιεῖν περὶ παντὸς πράγματος, πρὶν κα- λῶς ἀκούσῃ καὶ ἐξετάσῃ τὴν τοῦ πράγματος ἀλή- θειαν. τὸ ἕκιον κεφάλαιον, ὅτι οὐ πρέπει τινὰ ἐλπί- ζειν εἰς ἄνθρωπον ἄφρονα καὶ παντελῶς ἰδιώτην. τὸ ἕβδομον ἑρμήνευε περὶ ἀνδρὸς φθονεροῦ, ζηλο- τυποῦντος ἄλλους ἀνθρώπους καλώς πράττοντας καὶ εὐτυχοῦντας, ἢ διότι ἔχουσι προτέρημα ἀξιέπαινον καὶ διὰ τοῦτο πλουτοῦσιν ἢ διότι ἀγωνίζονται περιτ- τὸν βίον ἢ διότι ἀπὸ πατέρων ἐκληρονόμησαν· καὶ ὁ ἄνθρωπος ὀρῶν αὐτούς φθονεῖ καὶ λυπεῖται καὶ μαραίνεται, διότι μᾶλλον οὐ δύναται βλάψαι αὐτούς. τὸ ὄγδοον κεφάλαιον διδάσκον ἔλεγε· „δίκαιόν ἐστι „καὶ πρέπον πάντας ἀνθρώπους ἀγαπᾶν, καὶ μὴ τῷ „κακῶς ποιήσαντι ἀνταποδοῦναι κακόν. “τὸ ἒννατον, ὅτι πρέπει ὡς θέλει τις ἵνα ποιῇ ἄνθρωπος εἰς αὐ- τόν, (ἵνα) καὶ αὐτὸς ποιῇ ἄλλους ὁμοίως. τὸ δέκα- τον κεφάλαιον συνεβούλευε καὶ μετὰ τῶν ἐργαζομέ- νων τὰ ἀσεβῆ ἔργα καὶ πράξεις κακάς, καὶ δυνα στευόντων τοὺς πτωχούς μὴ φιλίαν ὅλως ποιεῖν, μηδὲ τὰ ἴσα πράττειν τοῖς ἀδίκοις καὶ πλεονεξίαις καὶ ἁρπαγαῖς χρωμένοις καὶ χαίρουσι. “