Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 47
Not analysed yet
Εἶτά φησιν ὁ βασιλεύς τῷ φιλοσόφῳ Συντίπᾳ· „φανέρωσόν μοι, ὦ φιλόσοφε, καὶ ἀληθῶς ἀπόδειξον πόθεν ἡ τοσαύτη γνῶσις καὶ φιλοσοφία προσεγένετο τῷ υἱῷ μου ; μὴ ἐξ αὐτῆς τῆς γεννήσεως φυσικὴν ἔλαβε τὴν λογιότητα; ἢ μᾶλλον διὰ τῆς σῆς ἐπιμε- λείας σεσόφισται; · ἀποκριθεὶς δὲ ὁ Συντίπας λέγει τῷ βασιλεῖ· „ἡ τοῦ υἱοῦ σου, δέσποτα, σύνεσις ἅμα καὶ γνῶσις ἐκ θεοῦ ἐν πρώτοις κεχάρισται· ἀλλὰ καὶ αὐτὴ ἡ τύχη τῆς γεννήσεως αὐτοῦ τὸ τῆς γνώ- σεως προτέρημα ἔχει· ἐπειδὴ καὶ ἡ ἐμὴ ἐπιμέλεια καὶ σπουδὴ ἐσμίχθη τούτοις τοῖς δύο, καὶ διὰ τοῦτο ἔλαβεν ὁ υἱός σου τὸ ὑπερβάλλειν πάντας ἐν γνώσει. πλὴν περὶ τούτου καί τινός μου διηγήσεως ἄκουσον. “ὁ βασιλεύς ἔφη· εἰπὲ ὃ βούλει, Συντίπα, τῇ ἀλη- θείᾳ φιλοσοφώτατε· δὲ τοιαύτης πρὸς αὐτὸν ἐξ- ηγήσεως ἀπήρξατο·