Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 50.1
Not analysed yet
Ταῦτα ὁ βασιλεὺς ἀκούσας παρὰ τοῦ υἱοῦ εὐ- χαριστηρίους λόγους ἀνέπεμπε τῷ θεῷ καὶ τὸν αὐ- τοῦ διδάσκαλον ἐκάθητο ἐγκωμιάζων καὶ δώροις πολυτελέσι καὶ φιλοτίμοις ἐδεξιοῦτο τὸν ἄνδρα. εἶτα λέγει ὁ βασιλεὺς τῷ παιδὶ οὑτωσί· „γνώρισόν μοι, ἐρασμιώτατόν μου παιδίον· ἆρά γε τὰ συμβαίνοντι τινι ἐξ εἱμαρμένης καὶ τύχης τινὸς συμβαίνειν εἴ- ωθεν; “ὁ δὲ παῖς ἔφη τῷ βασιλεῖ· „πολλοὶ τῶν ἀνθρώπων, ὦ δέσποτα, ὑπολαμβάνουσιν οὕτως ἔχειν· πλὴν πλανώμενοί εἰσιν οἱ οὕτω δοξάζοντες. ἀλλʼ ἐμοί γε δοκεῖ ὡς ἡ ἀφορμὴ τῶν λυπηρῶν τῶν ἐπερ- χομένων τοῖς ἀνθρώποις γίνεται ἐκ τῆς τῶν ἀνθρώ- πων πλεονεξίας· οὐδὲ γὰρ δικαίως ποιοῦσι τὰς πράξεις αὐτῶν οἱ ἄνθρωποι ἀλλʼ ἀδίκως καὶ πονη- ρῶς. συνήθεια γάρ ἐστι τοῖς ἀνθρώποις, ὅταν τινὰ τῶν φιλοσόφων καὶ δικαίων ἀνδρῶν εὕρωσι, κἂν τὰ χρηστὰ καὶ ὠφέλιμα συμβουλεύῃ αὐτοῖς, ἔστι δὲ πτωχὸς καὶ (οὐ τιμαῖς διαπρέπων,) οὐ τιμῶσιν αὐτὸν οἱ πλούσιοι, οὐδὲ ὁ κοινὸς λαὸς δοξάζει ἢ ἀκούει ἢ τιμὰ αὐτόν, οὐδὲ ὡς φιλόσοφον λέγουσι καὶ τιμῶ σιν, ἀλλʼ ὡς ἰδιώτην παραβλέπουσιν [ὡς πτωχόν]. ἐὰν δέ τις ἄνθρωπος εἰς τὴν ζωὴν αὐτοῦ εὐτυχὴς ᾖ, [τιμῶσιν αὐτὸν πάντες πλούσιοι καὶ μέσοι,] ἔνι δʼ ἐστερημένος πάσης σοφίας καὶ γνώσεως καὶ παιδεύ- σεως παντελῶς, ἐκείνῳ μάλιστα οἱ ἄνθρωποι προσ- ἑρχονται καὶ θαρροῦσι, καὶ ἀκούουσι καὶ τιμῶσι, καὶ μέγαν ἄνθρωπον καλοῦσι καὶ σοφὸν διὰ τὸν πλοῦτον· πλανώμενοι γοῦν ὄντες καὶ ἀπαίδευτοι καὶ μωροί, οὐ ποιοῦσι τοῦτο καλῶς, ἀλλὰ κακοτρόπως καὶ ἀπατηλῶς, καὶ μετὰ φενακισμοῦ καὶ ἀναισθη- σίας. ἀφʼ οὐ συμβαίνει τὰς πολλὰς πόλεις ἀσθενεῖν καὶ κινδυνεύειν· οὐδὲ γὰρ συνιστῶσιν οἱ πλούσιοι ἀπαίδευτοι καὶ ἄλογοι καὶ μωροὶ διὰ τοῦ πλούτου, ἀλλʼ οἱ σοφοὶ καὶ φρόνιμοι ἀπὸ τῆς διαταγῆς αὐτῶν. “Ὁ οὖν βασιλεύς ἐπηρώτα τῷ υἱῷ· „ποῖα ἄρα τὸν βασιλέα προσήκει ποιεῖν ; “ὁ δὲ υἱὸς λέγει· „τὸ εἷ- ναι συνετὸν καὶ φρόνιμον, καὶ ἐμπειρίαν ἐν τοῖς πράγμασιν ἔχοντα καὶ ἐλεημοσύνην, πρὸς τῷ καὶ δίκαιος εἶναι· ἀφʼ ὧν καὶ ὁ λαὸς ὁ ὑπ᾿ αὐτὸν κυ- βερνώμενος ἐλεεῖται καὶ οὐκ ἀδικεῖται, οὐχ ὡς ἄρ- χοντα ἔχων τὸν βασιλέα, ἀλλʼ ἐν τάξει πατρός, ὃς καὶ οὐ προσάξει ἀδίκως καὶ ἀνεξετάστως τινὶ τιμω- ρίαν, ἀλλὰ τοῖς ἀγαθοῖς ἀγαθὰ δώσει, τοῖς δὲ κα- κοῖς μετʼ ἐξετάσεως κακά, καὶ πρὸ πάντων τὸν τοῦ θεοῦ φόβον ἔχει διὰ παντὸς πρὸ ὀφθαλμῶν καὶ μη- δὲν ἄλλο τι τούτου τιμιώτερον ἡγεῖται. “Εἶπε δὲ αὐτῷ πάλιν ὁ βασιλεύς· „ποία βασιλεία ἀσφαλεστέρα ἐγένετο; “ὁ παῖς εἶπεν· ,,ἡ τὸ δίκαιον καὶ φιλάν- θρωπον ζητοῦσα. καὶ τοὺς πένητας ἐλεεῖ καὶ τοὺς δουλεύοντας καὶ ὑποτασσομένους αὐτῷ· καὶ ὑπὸ πειρασμῶν τοῦ κόσμου στενοχωρούμενοι εὑρίσκουσι βοήθειαν καὶ κουφισμὸν διʼ εὐεργεσιῶν αὐτοῦ. οὐδὲ γὰρ κατά τι ἄλλο διαφέρει παντὸς ἀνθρώπου ἢ μό- νον διὰ τὸ ἐλεεῖν τοὺς δεομένους. “Ὁ βασιλεύς· „ἐν ποίᾳ βασιλείᾳ οἱ ἄνθρωποι χαίρουσι; “καὶ ὁ παῖς „τῇ ἐκ θείας προνοίας πρῶτον γενομένῃ καὶ τῇ δικαίως πολιτευομένῃ καὶ τούς ἐχθρούς, ὅση δύ- ναμις, ἀμυνομένῃ καὶ τούς ἀγαθούς προνοουμένῃ. “