Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 51
Not analysed yet
Αὖθις ὁ βασιλεύς ἠρώτησε τὸν υἱόν· ,,ἆρα, ὦ παῖ, ἡ σοφία τῶν φιλοσόφων καὶ ἡ γνῶσις σφόδρα τῆς πανουργίας νικᾷ ; “ὁ υἱὸς ἔφη· „καὶ εἰς ὅλα αὕτη ἡ σοφία τὸ νῖκος ἔχει, διότι γινώσκει καλῶς τὰς τῶν πράξεων διαφορὰς καὶ χωρίζει τὰ φύσει καλὰ ἀπὸ τῶν ἐναντίων. ἡ δὲ πανουργία καὶ πονη- ρία, ἣν ἔχουσιν οἱ ἄνθρωποι, οὐ φρονήσεως καὶ σοφίας ἐστίν, ἀλλὰ ψιλῆς διανοίας καὶ λογισμοῦ κακοῦ καὶ κακῆς προαιρέσεως, ἀπὸ τοῦ διαβόλου ἐρχομένη. “Καὶ ὁ βασιλεύς ἔφη· ςτίνος ἕνεκεν οἱ γραμματικοὶ οὐκ ἐντρέπονταί τινα, ἀλλὰ μέσον πάν- των ἁπλώνουσι τὴν διδασκαλίαν αὐτῶν καὶ ἀφόβως παρρησιάζονται; “καὶ ὁ παῖς· „τούτου ἕνεκα, ὦ βα- σιλεῦ, τὸ πεπαρρησιασμένον ἔχουσιν, ὅπερ τινὲς ἰδιῶται ἀναίσχυντον εἰώθασι καλεῖν, διότι ἀγαποῦσι διδάσκειν πάντας, καὶ μάλιστα τοὺς φρονιμωτέρους καὶ τοὺς τὴν σοφίαν ἀγαπῶντας· εἰ γὰρ ἐφθονοῦ- σαν, οὐκ ἂν ἐδίδασκόν τινι· “Καὶ ὁ βασιλεύς· „τί- νες εἰσὶν οἱ παρὰ τῶν φιλοσόφων μισούμενοι; “καὶ ὁ υἱὸς ἀπεκρίνατο· „ὅσους ὁρῶσι μὴ μετὰ ἀγαθῆς καὶ καθαρᾶς γνώμης προσερχομένους τῇ διδασκαλίᾳ αὐτῶν, ἐπιθυμητῇ οὔσῃ τοῖς νοῦν ἔχουσιν· ἀλλὰ τοὺς τῶν γραμματικῶν ἐλέγχους βαρέως ὑπομένουσι, καὶ ὡς τῇ ἀληθείᾳ ἐναντιούμενοι δικαίως μισοῦνται παρὰ τῶν σοφῶν. “Καὶ ὁ βασιλεύς πάλιν ἔφη· „ποῖος θησαυρὸς τῶν ἄλλων ἐστὶ μεγαλώτερος ; “ὁ υἱὸν ἀπεκρίνατο· „ὁ τῶν ἀγαθῶν ἔργων καὶ πρά- ξεων. “Ὁ βασιλεύς ἔφη· „τίνος χρείαν ἔχει τις κατὰ τῶν ἐχθρῶν αὐτοῦ; “καὶ ὁ παῖς εἶπε· „τοῦ θαρρεῖν ἐπὶ τὸν θεόν. “Ὁ βασιλεύς ἔφη „τίς κατὰ ἀλή- θειαν ἐγένετο πλούσιος ; “ὁ υἱὸς ἔφη· „ὁ τῶν κα- λῶν ἔργων ἐπιμελούμενος καὶ ἐπὶ τὸν θεὸν ἠλπικώς. Ὁ βασιλεὺς ἔφη· „τίς ἐστιν ὁ τὴν καλλιωτέραν ἔχων ἀνάπαυσιν ; “ὁ παῖς εἶπεν· „ὁ μὴ φθονῶν τινα, καὶ ἑαυτὸν μὲν κατακρίνων, ἕτερον δὲ μήτε μέμφεται, μηδὲ κρίνει τί πράττει· Ὁ βασιλεὺς εἶπε· „τίς κατὰ ἀλήθειαν μωρὸς καὶ ἄφρων ὑπάρχει; “ὁ παῖς ἔφη· „ὁ μὴ γινώσκων τὸ ἑαυτοῦ πταῖσμα, καὶ μὴ ἀκούων τοῦ συμβουλεύοντος αὐτῷ ἀγαθά· “ὁ βασιλεύς ἠρώτησε· „τίς τῶν ἀνθρώπων ἔχει καλὴν καὶ φιλι- κὴν τὴν διάθεσιν τῆς ἀγάπης; “ὁ παῖς ἀπεκρίνατο· „ὁ μή τινα ποσῶς λυπήσας, μηδὲ εἰς τινα ἔχων ζη- λοτυπίαν. “Ὁ βασιλεύς ἔφη ποῖος λογισμὸς ὑπάρ- χει τῷ θεῷ μεμιασμένος; “ὁ υἱὸς ἔφη· „ὅστις ἔχει ἔργα μυσαρὰ καὶ πράξεις, πρὸς τούτοις δὲ ὡς μέγα τι δεινὸν ἔχει καὶ τὴν ὑπερηφανίαν καὶ ἀλαζονείαν·