Ancient Greek
ΙΣΤΟΡΙΚΟΝ ΣΥΝΤΙΠΑ ΤΟΥ ΦΙΛΟΣΟΦΟΥ ΩΡΑΙΟΤΑΤΟΝ ΠΑΝΥ.
Syntipas, Ιστορικον Συντιπα του Φιλοσοφου Ωραιοτατον Πανυ 9
Not analysed yet
Φασὶ γὰρ περὶ ἐκείνου, ὡς ἐάν τι ῥυπῶδες ἑώρα εἴς τι τῶν ἐσθιομένων ἢ εἴς τι τῶν πινομένων εἰδῶν, οὐδʼ ὅλως αὐτοῦ μετελάμβανεν. ἐν μιᾷ γοῦν τῶν ἡμε- ρῶν ἐπὶ πραγματείαν ἐξεπορεύετο καὶ εἴς τινα πόλιν καταλαβών, ἐν αὐτῇ κατέλυσεν. εἶτα τὸν αὐτῷ ὑπηρε- τοῦντα νεανίσκον ἐπὶ τὴν ἀγορὰν ἐκπέμπει τὰ πρὸς τροφὴν αὐτοῦ ἐξωνήσασθαι. ὃ δὲ ἐντυγχάνειτινὶ νεά- νιδι ἐν χερσὶ φερούσῃ δύο καθαροὺς ἄρτους καὶ τού- τους εἰς ἀγορὰν προκαλουμένῃ τῷ βουλομένῳ παντί. τῇ γοῦν τῶν ἄρτων καθαρότητι καὶ τῷ τῆς θεωρίας κάλλει εὐφρανθεὶς ὁ ὑπηρέτης τοὺς ἄρτους ἠγό- ρασε καὶ τῷ κυρίῳ προσήνεγκεν. ὁ δὲ ἔμπορος τοὺς ἄρτους φαγών, ηὐφράνθη πολλὰ τῇ αὐτῶν τροφῇ καὶ λέγει τῷ νεανίσκῳ „καθʼ ἡμέραν ἀπὸ τούτων „ἀγόραζέ μοι τῶν ἄρτων εἰς ἡμετέραν τροφήν. “ο δὲ ὑπηρέτης οὕτως ἐποίει καθὼς παρηγγέλθη, ἀγο- ράζων ἀπὸ τῆς γυναικὸς ἐκείνης καὶ κομίζων τῷ κυρίῳ αὐτοῦ. μιᾷ δὲ τῶν ἡμερῶν ἀπελθών ὁ ὑπη- ρέτης εἰς τὴν ἀγοράν, εὑρίσκει τὴν νεάνιδα μὴ ἔχου- σαν τοὺς συνήθεις ἄρτους, (καὶ) ἐπαναστρέψας πρὸς τὸν κύριον αὐτοῦ, λέγει αὐτῷ· „γνωστὸν ἔστω σοι, „κάριέ μου, ὡς ἐξ ἐκείνου τοῦ ἄρτου οὐκ ἠδυνήθην „εὑρεῖν· μία γὰρ νεᾶνις ἐπώλει, καὶ νῦν οὐκ ἔχει „πωλήσαι. “ὁ δὲ ἔμπορός φησι τῷ ὑπηρέτῃ· „λάλη- „σόν μοι τὸ λοιπὸν ἐκείνην τὴν νεάνιδα, ὅπως ἡμῖν „εἴπῃ πῶς τὸν τοιοῦτον καλὸν ἄρτον οὕτως ἡδύτα- „τον κατεσκεύαζεν. “ὅθεν καὶ ὁ ὑπηρέτης φέρει τὴν κόρην πρὸς τὸν ἔμπορον· ὅτε καὶ λέγει πρὸς τὴν κόρην ὁ ἄρχων· „λέγε, ὦ νεᾶνις, μετὰ ἀληθείας πῶς „τὸν ἄρτον, ὃν ἐπώλεις τῷ ἐμῷ ὑπηρέτῃ, οὕτως „ἡδὺν κατεσκεύαζες· ἐπιθυμοῦμεν γὰρ καὶ ἡμεῖς „ὅμοιον ἄρτον ποιῆσοι καθὼς σὺ ἐποίεις. “ἡ δὲ γυνὴ πρὸς αὐτὸν ἔλεγεν ὡς „ἐν τοῖς ὤμοις τῆς κυρίας „μου τραῦμά τι ἀνεφάνη, καὶ περὶ τοῦ τραύματος „ἐκείνης ὁ ἰατρὸς εἶπέ μοι· „καθαρώτατον ἄλευρον, „ὦ γύναι, φέρουσα καὶ τοῦτο βουτύρῳ καὶ μέλιτι „φύρουσα καὶ μιγνύουσα, ἐπιτίθει τῷ τραύματι, „μέχρις ἂν αὐτῷ [τῷ τραύματι] ἡ παντελὴς ὑγεία „προσγένηται. “ἡ δέ γε κυρία μου λοιπὸν κατὰ „τὴν τοῦ ἰατροῦ ἐποίει διάταξιν. ὁσάκις δὲ τὸ ζυ- „μάριον τῆς πληγῆς ἀφῃρεῖτο, αὐτίκα ἔρριπτεν αὐτό, „κἀγὼ ὕστερον τοῦτο ἐκ τῆς γῆς λαμβάνουσα εἰς „ἄρτους μετεσκεύαζον· καὶ ὁ σὸς ὑπηρέτης τούτους „εὑρίσκων ἠγόραζε. νῦν δὲ τοῦ τραύματος τῆς κυ- „ρίας μου παντελῶς ὑγιάναντος, οὐκ ἔτι χρεία ἐστὶν „ἐκεῖνον τὸν ἄρτον κατασκευάζειν. “τούτων ἀκού- σας τῶν λόγων, ὁ ἔμπορος πικρότατα βδελυξάμενος, ἀποθανεῖν παρεκάλει καὶ καθʼ ἑαυτὸν διαπορούμε- νος τίνα θεραπείαν ἐπιθήσει τῷ πράγματι, ἔλεγε πρὸς ἑαυτόν· „τὸ μὲν στόμα καὶ τὰς χεῖρας εὐκόλως „ἀπονίψασθαι ἔχω, τὴν δὲ κοιλίαν ἔνδοθεν ἐκκαθᾶ- „ραι οὐκ ἔχω. “οὕτως οὖν, ὦ βασιλεῦ, πεφόβημαι μή πως ὅμοιόν τι τῷ ἐμπόρῳ τὸ σὸν πάθῃ κράτος, καὶ ζητήσεις τὸν υἱόν σου ὡς ἐκεῖνος τοὺς ἄρτους καὶ οὐχ εὑρήσεις. “