Ancient Greek
100.1
Syrianus, Eis To Peri Ideon 100.1
Unproofread scanNot analysed yet
ΣΥΡΙΑΝΟΥ ΕΙΣ ΤΟ μόνον διήμαρτεν, ἀλλ’ ἤδη πού καὶ τὴν ἰδίαν ἀνατρέψει δόξαν αὐτὸς ἑαυτῷ μαχόμενος· εἰ γὰρ τὸ ὅλον ὡς τέλειον ὑπὸ διδασκαλίαν πεσεῖν οὐ δύναται, πῶς αὐτὸς ἄτε περὶ τελείων διαλαμβάνων οὕτως ἐποίησατο τοῦ βιβλίου τὴν ἐπιγραφήν; πρῶτον μὲν οὖν ἀνόητον, εὐθύνειν τὸν τεχνικόν, ὅτι μὴ κατὰ τοὺς φιλοσόφους ἔλαβε τὴν ση-μασίαν περὶ πολλῶν χαρακτήρων διαλεγόμενος· πλὴν ἵνα τι καὶ συγχωρήσωμεν, οὐδὲν ἤττον καὶ αὕτη περιεκτικὴ ἐστι· καθ’ ὃν γὰρ κατὰ τοὺς φιλοσόφους λόγους τὸ εἶ-δος περιέχει τὰ ἄτομα, κατὰ τὸν αὐτὸν καὶ ἡ σμνότης τὴν Δημοσθενικὴν καὶ τὴν Ἀντιφωντείαν, εἰ τύχοι καὶ τὰς λοιπὰς· ἀλλὰ τοῦτο μὲν αὐτόθεν προφαινομένην ἔχει τὴν λύσιν, τὸ δὲ διαπορηθὲν ἐφεξῆς τῶν πάνυ ζητου-μένων ἐστιν, τί δήποτε τὴν προσήκουσαν ἄφεις ἐπιγρα-φὴν τὴν κατηγορουμένην ἐπὶ τοῖς ὅλοις ἔλαβε διαβόηδην τῷ λόγῳ τῷ προλεχθέντι μαχόμενος· καὶ ὅτι μὲν πρὸς τὴν ὑποκειμένην τῷ βιβλίῳ διδασκαλίαν τὴν ἐπιγραφήν ἔδει ποιήσασθαι, συνωμολογήσαμεν ἂν, εἰ σκοπὸς ἦν αὐτῷ περὶ τῶν ποιούντων διαλαβεῖν καὶ μὴ περὶ τῶν ἀποτελουμένων ἐκ τῆς μίξεως, ἀλλ’ ἐπεὶ νῦν ἡ τοῦ τε-χνικοῦ προαἵρεσις ἐπὶ τὰ ὅλα νέενυκε καὶ περὶ τῶν ποιουμένων καταλήφων, δεῖ πρὸς ταύτην μᾶλλον καὶ μὴ πρὸς τὸ κατεπείγον δρᾶν· εἰ γὰρ καὶ τὰ ἀποτελούμενα κατὰ περίστασιν ἄρξαι, πλὴν οὐκ ἐξέστη τοῦ σκοποῦ, κἂν ἐπὶ τὰ κατὰ μέρος ἐτράπετο· καίτοι, φασίν, κατὰ γε τὴν τοῦ τεχνικοῦ προαἵρεσιν ἔχοιεν τὴν ἐπιγραφήν εἶναι περὶ χαρακτήρων· αὐτὸς γὰρ ἐν ἀρχῇ τῆς πραγμα-τείας ὑποτίθεται τοὺς ἐπιστήμονας ταύτης δύνασθαι λό-γων ἐργάτας εἶναι, καὶ τὰ τῶν ἄλλων κρίνειν, καθότι καλῶς ἂν ἔχοι καὶ ἀκριβῶς, καὶ καθότι μή. ποιοῦμεν δηλαδὴ τοὺς χαρακτήρας καὶ κρίνομεν· ὥσπερ γὰρ τῶν σωμάτων τὰ μὲν ἐστιν ἀόρεωπά, τὰ δὲ μαλθακά, τὰ