Ancient Greek
99.1
Syrianus, Eis To Peri Ideon 99.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΙΔΕΩΝ γον, δι' ὃν ἡ τοιαῦδε συνεκεράσθη μορφὴ, τὸν αὐτὸν τρόπον καὶ τὰ ποιῶντα τὰς ἰδέας πρόδηλα, τὸ δὲ ἀποτελούμενον ἀπαγγέλλειν οὐχ οἷόν τε, πλὴν εἰ μὴ βουλοῖτό τις κατὰ συμβολικὸν τρόπον, ὃς οὐδὲν δύναται τῶν συστατικῶν ἢ παρακολουθούντων ἐμφαίνειν. εἰ δὲ τὸ ποιούμενον, καθὰ δεδηλώκαμεν, ἄτε τέλειον ἐξαιρεῖν οὐχ οἷόν τε λόγῳ, πολλῷ μᾶλλον ὀνόματι· τεχνίτου γὰρ ἀνδρὸς καὶ μᾶλα σοφοῦ, μὴ συμβολικὰς τιθέναι τὰς ὀνομασίας, ἀλλὰ τῶν ὑποκειμένων ἐμφαντικὰς, ὃ ποιεῖ μὲν ὁ τεχνικὸς σπειδῶν· ἀπορῶν δὲ διὰ τὴν προλεχθεῖσαν αἰτίαν ἐπὶ τὴν ὁμοιότητα τῶν παραδειγμάτων ἀνέδραμε· καὶ ἤν ἐπὶ τῶν ἀτόμων ὀνομασιῶν ἡ αἴσθησις ἐξ αὐτῆς τῆς ὄψεως ἔλαβε, ταύτην ἐπὶ τὸν τέλειον λόγον μετενεγκὼν μεταφορικῶς ἰδέαν ὠνόμασεν, ὥσπερ καὶ αὐτοὺς τοὺς λόγους ὑποβαλλομένους τῇ ὀρατικῇ αἰσθήσει, καθὰ καὶ τὰς τῶν ἀτόμων μορφὰς· ἐντεῦθεν γὰρ ὀρωμένοι καὶ ἄδρους ἐκάλεσαν οἱ παλαιοὶ χαρακτήρας καὶ ἰσχνούς καὶ ἀνθηρούς, καὶ ὅσας σχεδὸν ἐπὶ τῶν σωμάτων διατυπώσεις ἐθεάσαντο, τοσαύτας ἐπὶ τοὺς χαρακτήρας μετήνεγκαν. ἀλλὰ περὶ μὲν τούτων ἄλις· ἀφώμεθα δὲ τῆς ὑποκειμένης πραγματείας μικρὰ πρότερον διαλεχθέντες περὶ τῆς τοῦ βιβλίου θεωρίας. δεῖ γὰρ ἐνταῦθα ζητεῖν, ἂ πολυπραγμονεῖν ἔθος ἐπὶ παντὸς βιβλίου, μάλιστα τεχνικοῦ· ἐστὶν δὲ ταῦτα· σκοπός, χρήσιμον, τίς ἡ ἐπιγραφή, εἰ γνήσιον τοῦ ἀρχαίου τοῦ βιβλίου, τίς ἡ τάξις τῆς ἀναγνώσεως, ἢ εἰς τὰ μέρη τομή. Ζητεῶν οὖν ὑπερθέμενοι περὶ τοῦ σκοποῦ τοῖς ἐνισταμένοις πρὸς τὴν ἐπιγραφήν ἀπαντήσωμεν· λέγουσι γὰρ ἠγνοηέναι τὸν τεχνικὸν τὴν σημασίαν τοῦ ὀνόματος· οἱ γὰρ φιλόσοφοι βούλονται τὴν ἰδέαν γενικωτέραν εἶναι καὶ περιεκτικὴν τῶν ἀτόμων· καὶ οὐ κατὰ τοῦτο, φασίν,