Ancient Greek
102.1
Syrianus, Eis To Peri Ideon 102.1
Unproofread scanNot analysed yet
ΣΥΡΙΑΝΟΥ ΕΙΣ ΤΟ τῆς ἀναγνώσεως, καὶ εἰ γνήσιον τοῦ ἀρχαίου τὸ βιβλίον, ἐν μὲν τῷ περὶ στάσεων λεκτέων λόγῳ, πλὴν οὐδὲν χωλύει καὶ νῦν διὰ βραχέων εἰπεῖν· ὅτι μὲν γὰρ γνήσιον, πάντες συνολογοῦσι· τὸ γὰρ ἀκριβὲς καὶ ἡ εὐχρίνεια καὶ ἡ λῆξις βοῶσιν ὡς εἰπεῖν Ἑρμογένους εἶναι τὸ σύνταγμα, πλὴν καὶ αὐτὸς ἐν τῷ περὶ στάσεων μέμνηται ταύτης τῆς πραγματείας, καθὰ κάκεισε δεδηλώχαμεν· ἡ δὲ τάξις τῆς ἀναγνώσεως ὁμοίως καταφανῆς· ἡγουμένων γὰρ τῶν πραγμάτων δεῖ τῆνιχαῦτα καὶ τὸν περὶ τούτων ἐπεσθαι λόγον· δύο δὲ εἰσι τὰ συνιστῶντα τὸν λόγον, δύναμις καὶ ἡδονή· καὶ ἡ μὲν δύναμις ἐν τοῖς κεφαλαίοις καὶ τοῖς ἐνθυμήμασιν ἀναφαίνεται, ἡ δ’ ἡδονὴ διὰ τῆς φράσεως λαμβάνει τὴν ἰσχύν· τὰ γὰρ σχήματα καὶ τὰ εἴδη καὶ ὅσα ἕτερα τῆς ἡδονῆς ἐστιν παρεκτικὰ, ἐξ ἧς ἂν εἴη μαθεῖν τὴν εἰς τὰ μέρη τομήν, ἢ καὶ τοῦτο περιέργον· αὐτὸς γὰρ ἡμᾶς ὁ τεχνικὸς παρακατιὼν διδάξει, πλὴν ἀμυδρῶς ἀπὶ τοῦ παρόντος λελέχεται· τάχα γὰρ ἡμῖν συντελέσει πρὸς ἀκριβεστέραν τῆς ἐπιγραφῆς κατάληψιν· τέτμηται τοίνυν τὸ βιβλίον εἰς τὰ ποιούντα τοὺς χαρακτήρας, λέγω δὴ τὰς ἰδέας καὶ εἰς αὐτὸ τὸ ποιούμενον· ὁ παραδίδωσι καὶ ὡς ἐν γένει καὶ κατ’ ἄνδρα· σπουδὴ γὰρ αὐτῷ μὴ μόνον παραστήσαι τὴν Πλατωνικὴν ἰδέαν ἢ τὴν Δημοσθεunikήν, ἀλλὰ πρῶτον μὲν διδάξαι, τί σεμνότης, τί καθαρότης καὶ τελευταῖον μετὰ τὴν τοιαύτην διδασκαλίαν ἐπὶ τοὺς χαρακτήρας τῶν ἀρχαίων ἐλθεῖν, ἀλλὰ λελήθαμεν ἑαυτούς, ὡς φασί τινες, τὸν περὶ τῆς ἐπιγραφῆς ἐμβάλλοντες λόγον· ὑπεθέμεθα γὰρ ἐπὶ τοῦ παρόντος καὶ τοὺς χαρακτήρας ὑπὸ διδασκαλίαν πεσεῖν, ὅπερ ἐν τοῖς φθάσασιν ἀπηγορεύσαμεν· εἰ δυνατόν ὅλως αὐτοὺς