Ancient Greek
103.1
Syrianus, Eis To Peri Ideon 103.1
Unproofread scanNot analysed yet
ΠΕΡΙ ΙΔΕΩΝ λόγῳ καταλαβεῖν, τί δήποτε μὴ περὶ χαρακτήρων ἐπ-έγραψεν· ἀλλ’ οὐδὲν ἧττον ὁ προλεχθεὶς ἐξόφωσται λό-γος, οὐ γὰρ ἐπαγγέλλεται διδάσκειν τί τὸ ὅλον, ἀλλὰ τί τὸ ποιοῦν· τότε γὰρ ἂν ἐδόκει μάχεσθαι τοῖς προλα-βοῦσιν, εἰ μετὰ τὴν συνέλευσιν τῶν ἰδεῶν ἐπεχείρει καὶ τῶν χαρακτήρων ἀπαγγεῖλαι τὰς μίξεις· νῦν δὲ πρό-τερον μὲν καθ’ ἑαυτὰς παραδιδῶσι τὰς ἰδέας· οἷον τί σιμνότης ἢ τί καθαρότης, εἶτα τί τὸ ἀποτελούμενον ἐκ τῆς μίξεως, ὁ λόγῳ σαφηνίζειν οὐχ οἷόν τε, πλὴν εἰ μὴ συμβολικῶς. οὕτως οὐδένα τοῦ ὅλου ποιεῖται λόγον, ἀλ-λὰ τί ποιοῦντα τὸ ὅλον καθ’ ἑαυτό, πρότερον παρα-στήσας καὶ μετὰ τὴν συνέλευσιν ὁποῖον ἀπαρτίζει χα-ρακτῆρα διδάσκει· πῶς δὲ καταλάβῃς αὐτὸν οὐ πα-ραδιδῶσι λόγῳ.