Ancient Greek
Chapter 30
Tatianus Apol., Oratio ad Graecos 30
Not analysed yet
Τούτων οὖν τὴν κατάληψιν μεμυημένος καὶ πεποιημένος βούλομαι καθάπερ τὰ νήπια τῶν βρεφῶν ἀποδύσασθαι. Τὴν γὰρ τῆς πονηρίας σύστασιν ἐοικυῖαν τῇ τῶν βραχυτάτων σπερμάτων ἴσμεν· ἅτε διὰ μικρᾶς ἀφορμῆς τούτου κρατυνθέντος, πάλιν δὲ αὖ λυθησομένου, ἡμῶν πειθομένων λόγοις θεοῦ καὶ μὴ σκορπιζόντων ἑαυτούς. Διά τινος γὰρ ἀποκρύφου θησαυροῦ τῶν ἡμετέρων ἐπεκράτησεν, ὃν ὀρύττοντες κονιορτῷ μὲν ἡμεῖς ἐνεπλήθημεν, τούτῳ δὲ τοῦ συνεστάναι τὴν ἀφορμὴν παρέχομεν. Τὸ γὰρ αὐτοῦ πᾶν ἀποδεχόμενος κτῆμα τοῦ πολυτιμοτέρου πλούτου τὴν ἐξουσίαν ἐχειρώσατο. Ταῦτα μὲν οὖν πρὸς τοὺς ἡμῶν οἰκείους εἰρήσθω. Πρὸς δὲ ὑμᾶς τοὺς Ἕλληνας τί ἂν ἕτερον, ἢ τὸ μὴ τοῖς κρείττοσι λοιδορεῖσθαι, μηδὲ εἰ βάρβαροι λέγοιντο ταύτην λαμβάνειν τῆς χλεύης τὴν ἀφορμήν; Τοῦ γὰρ πάντας ἀλλήλων ὑπακούειν τῆς διαλέκτου μὴ δύνασθαι τὴν αἰτίαν εὑρεῖν, ἢν ἐθέλητε, δυνήσεσθε· ἐξετάζειν γὰρ βουλομένοις τὰ ἡμέτερα ῥᾳδίαν καὶ ἄφθονον ποιήσομαι τὴν διήγησιν.