Ancient Greek · ~9 min
Chapter 31
Tatianus Apol., Oratio ad Graecos 31
Not analysed yet
Νῦν δὲ προσῆκον μοι νομίζω παραστῆσαι πρεσβυτέραν τὴν ἡμετέραν φιλοσοφίαν τῶν παρ᾿ Ἕλλησιν ἐπιτηδευμάτων. Ὅροι δὲ ἡμῖν κείσονται Μωυσῆς καὶ Ὅμηρος, τῷ ἑκάτερον αὐτῶν εἶναι παλαιότερον, καὶ τὸν μὲν ποιητῶν καὶ ἱστορικῶν εἶναι πρεσβύτερον, τὸν δὲ πάσης βαρβάρου σοφίας ἀρχηγόν. Καὶ ὑφ᾿ ἡμῶν νῦν εἰς σύγκρισιν παραλαμβανέσθωσαν· εὑρήσομεν γὰρ οὐ μόνον τῆς Ἑλλήνων παιδείας τὰ παρ᾿ ἡμῖν ἀλλὰ ἔτι καὶ τῆς τῶν γραμμάτων εὑρέσεως ἀνώτερα. Μάρτυρας δὲ οὐ τοὺς οἴκοι παραλήψομαι, βοηθοῖς δὲ μᾶλλον Ἕλλησι χρήσομαι· τὸ μὲν γὰρ ἄγνωμον, ὅτι μηδὲ ὑφ᾿ ὑμῶν παραδεκτέον, τὸ δ᾿ ἂν ἀποδεικνύηται θαυμαστόν, ὅταν ὑμῖν διὰ τῶν ὑμετέρων ὅπλων ἀντερείδων ἀνυπόπτους παρ᾿ ὑμῶν τοὺς ἐλέγχους λαμβάνω. Περὶ γὰρ τῆς ποιήσεως τοῦ Ὁμήρου, γένους τε αὐτοῦ καὶ χρόνου καθ᾿ ὃν ἤκμασεν, προηρεύνησαν οἱ πρεσβύτατοι, Θεαγένης τε ὁ Ῥηγῖνος κατὰ Καμβύσην γεγονώς, Στησίμβροτός τε ὁ Θάσιος καὶ Ἀντίμαχος ὁ Κολοφώνιος, Ἡρόδοτός τε ὁ Ἁλικαρνασσεὺς καὶ Διονύσιος ὁ Ὀλύνθιος· μετ᾿ ἐκείνους Ἔφορος ὁ Κυμαῖος καὶ Φιλόχορος ὁ Ἀθηναῖος, Μεγακλείδης τε καὶ Χαμαιλέων οἱ Περιπατητικοί· ἔπειτα γραμματικοὶ Ζηνόδοτος, Ἀριστοφάνης, Καλλίμαχος, Κράτης, Ἐρατοσθένης, Ἀρίσταρχος, Ἀπολλόδωρος. Τούτων δὲ οἱ περὶ Κράτητα πρὸ τῆς Ἡρακλειδῶν καθόδου φασὶν αὐτὸν ἠκμακέναι, μετὰ τὰ Τρωϊκὰ ἐνδοτέρω τῶν ὀγδοήκοντα ἐτῶν· οἱ δὲ περὶ Ἐρατοσθένη μετὰ ἑκατοστὸν ἔτος τῆς Ἰλίου ἁλώσεως· οἱ δὲ περὶ Ἀρίσταρχον κατὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἥ ἐστι μετὰ ἑκατὸν καὶ τεσσαράκοντα ἔτη τῶν Ἰλιακῶν· φιλόχορος δὲ μετὰ τὴν Ἰωνικὴν ἀποικίαν, ἐπὶ ἄρχοντος Ἀθήνῃσιν Ἀρχίππου, τῶν Ἰλιακῶν ὕστερον ἔτεσιν ἑκατὸν ὀγδοήκοντα· οἱ δὲ περὶ Ἀπολλόδωρον μετὰ τὴν Ἰωνικὴν ἀποικίαν ἔτεσιν ἑκατόν, ὅπερ γένοιτο ἂν ὕστερον τῶν Ἰλιακῶν ἔτεσι διακοσίοις τεσσαράκοντα. Τινὲς δὲ πρὸ τῶν ὀλυμπιάδων ἔφασαν αὐτὸν γεγονέναι ἔτεσιν ἐνενήκοντα, τουτέστι μετὰ τὴν Ἰλίου ἅλωσιν ἔτεσι τριακοσίοις ἑπτακαίδεκα· ἕτεροι δὲ κάτω τὸν χρόνον ὑπήγαγον, σὺν Ἀρχιλόχῳ γεγονέναι τὸν Ὅμηρον εἰπόντες· ὁ δὲ Ἀρχίλοχος ἤκμασε περὶ ὀλυμπιάδα τρίτην καὶ εἰκοστήν, κατὰ Γύγην τὸν Λυδόν, τῶν Ἰλιακῶν ὕστερον ἔτεσι πεντακοσίοις. Καὶ περὶ μὲν τοῦ χρόνου τοῦ προειρημένου ποιητοῦ, λέγω δὲ Ὁμήρου, συστάσεως τε καὶ τῶν εἰπόντων περὶ αὐτοῦ ἀσυμφωνίας τοῖς ἐπ᾿ ἀκριβὲς ἐξετάζειν δυναμένοις αὐτάρκως ἡμῖν ὡς ἐπὶ κεφαλαίων εἰρήσθω. Δυνατὸν γὰρ ψευδεῖς ἀποφήνασθαι καὶ τὰς περὶ τοὺς λόγους δόξας. Παρ᾿ οἷς γὰρ ἀσυνάρτητός ἐστιν ἡ τῶν χρόνων ἀναγραφή, παρὰ τούτοις οὐδὲ τὰ τῆς ἱστορίας ἀληθεύειν δυνατόν. Τί γὰρ τὸ αἴτιον τῆς ἐν τῷ γράφειν πλάνης, εἰ μὴ τὸ συντάττειν τὰ μὴ ἀληθῆ;