Ancient Greek · ~9 min
Chapter 14
Testamentum Abrahae, The Testament of Abraham Recension A 14
Not analysed yet
XIV. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Κύριέ μου ἀρχιστράτηγε, τὴν ψυχὴν ἣν κατεῖχεν ὁ ἄγγελος ἐν τῇ χειρὶ αὐτοῦ, πῶς κατεδικάσθη εἰς τὸ μέσον; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Ἄκουσον, δίκαιε Ἁβραάμ· διότι εὗρεν ὁ κριτὴς τὰς ἁμαρτίας αὐτῆς καὶ τὰς δικαιοσύνας ἐξ ἴσου, καὶ οὔτε εἰς κρίσιν ἐξέδοτο αὐτὴν οὔτε εἰς τὸ σώζεσθαι, ἕως οὗ ἔλθῃ ὁ κριτὴς τῶν ἁπάντων. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον Καὶ τί ἔτι λείπεται τῇ ψυχ εἰς τὸ σώζεσθαι; καὶ εἶπεν ὁ ἀρχιστράτηγος ὅτι Ἐὰν κτήσηται μίαν δικαιοσύνην ὑπεράνω τῶν ἁμαρτιῶν ἔρχεται εἰς τὸ σώζεσθαι. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Δεῦρο Μιχαὴλ ἀρχιστράτηγε, ποιήσωμεν εὐχὴν ὑπὲρ τῆς ψυχῆς ταύτης, καὶ ἴδωμεν εἰ ἐπακούσεται ἡμῶν ὁ θεός. καὶ εἶπεν ὁ ἀρχιστράτηγος· Ἀμὴν γένοιτο. καὶ ἐποίησαν δέησιν καὶ εὐχὴν ὑπὲρ τῆς ψυχῆς· καὶ εἰσήκουσεν αὐτοὺς ὁ θεὸς καὶ ἀναστάντες ἀπὸ τῆς προσευχῆς οὐκ εἶδον τὴν ψυχὴν ἱσταμένην ἐκεῖσε. καὶ εἶπεν Ἁβραὰμ πρὸς τὸν ἄγγελον· Ποῦ ἐστὶν ἡ ψυχὴ ἣν ἐκράτεις εἰς τὸ μέσον; καὶ εἶπεν ὁ ἄγγελος· Σέσωται διὰ τῆς εὐχῆς σου τῆς δικαίας, καὶ ἰδοὺ ἔλαβεν αὐτὴν ἄγγελος φωτοφόρος καὶ ἀνήνεγκεν αὐτὴν ἐν τῷ παραδείσῳ. εἶπεν δὲ Ἁβραὰμ· Δοξάζω τὸ ὄνομα τοῦ θεοῦ τοῦ ὑψίστου καὶ τὸ ἔλεος αὐτοῦ τὸ ἀμέτρητον. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν ἀρχιστράτηγον· Δέομαί σου, ἀρχάγγελε, εἰσάκουσον τῆς δεήσεώς μου, καὶ παρακαλέσομεν ἔτι τὸν κύριον καὶ προσπέσωμεν τοῖς οἰκτιρμοῖς αὐτοῦ καὶ δεηθῶμεν αὐτοῦ τοῦ ἐλέους ὑπὲρ τῶν ψυχῶν τῶν ἁμαρτωλῶν οὕσπερ ἐγώ ποτε κακοφρονήσας κατηρασάμην καὶ ἀπώλεσα, οὕσπερ κατέπιεν ἡ γῆ καὶ οὓς διεμερίσαντο τὰ θηρία, καὶ οὕσπερ κατέφαγεν τὸ πῦρ διὰ τοὺς ἐμοὺς λόγους· νῦν ἔγνωκα ἐγὼ ὅτι ἥμαρτον ἐνώπιον κυρίου τοῦ θεοῦ ἡμῶν· δεῦρο, Μιχαὴλ ἀρχιστράτηγε τῶν ἄνω δυνάμεων, δεῦρο παρακαλέσωμεν τὸν θεὸν μετὰ δακρύων, ὅπως ἀφήσει μοι τὸ ἁμάρτημα καὶ αὐτοὺς συγχωρήσει μοι. καὶ εἰσήκουσεν αὐτὸν ὁ ἀρχιστράτηγος καὶ ἐποίησαν δέησιν ἐνώπιον τοῦ θεοῦ· ἐπὶ πολλὴν δὲ ὥραν παρακαλούντων αὐτῶν, ἦλθεν φωνὴ ἐκ τοῦ οὐρανοῦ λέγουσα· Ἁβραὰμ, Ἁβραὰμ, εἰσήκουσα τῆς φωνῆς σου καὶ τῆς δεήσεώς σου καὶ ἀφίημί σοι τὴν ἁμαρτίαν, καὶ οὕσπερ σὺ νομίζεις ὅτι ἀπώλεσα, ἐγὼ αὐτοὺς ἀνεκαλεσάμην καὶ εἰς ζωὴν αὐτοὺς ἤγαγον δι᾿ ἄκραν ἀγαθότητα· διότι πρὸς καιρὸν εἰς κρίσιν αὐτοὺς ἀνταπέδωκα· ἐγὼ δὲ οὕσπερ ἀπολέσω ἐπὶ τῆς γῆς ζῶντας, ἐν τῷ θανάτῳ οὐκ ἀποδώσω.