Ancient Greek · ~10 min
Chapter 13
Testamentum Abrahae, The Testament of Abraham Recension A 13
Not analysed yet
XIII. καὶ εἶπεν Ἁβραάμ· Κύριέ μου ἀρχιστράτηγε, τίς ἐστιν οὗτος ὁ κριτὴς ὁ πανθαύμαστος; καὶ τίνες οἱ ἄγγελοι οἱ ἀπογραφόμενοι; καὶ τίς ὁ ἄγγελος ὁ ἡλιόμορφος ὁ τὸν ζυγὸν κατέχων; καὶ τίς ὁ ἄγγελος ὁ πύρινος ὁ τὸ πῦρ κατέχων; εἶπεν δὲ ὁ ἀρχιστράτηγος· Θεωρεῖς, πανόσιε Ἁβραὰμ, τὸν ἄνδρα τὸν φοβερὸν τὸν ἐπὶ τοῦ θρόνου καθήμενον; οὖτός ἐστιν υἱὸς Ἀδὰμ τοῦ πρωτοπλάστου, ὁ ἐπιλεγόμενος Ἄβελ, ὃν ἀπέκτεινε Κάϊν ὁ πονηρός· καὶ κάθηται ὧδε κρῖναι πᾶσαν τὴν κτίσιν καὶ ἐλέγχων δικαίους καὶ ἁμαρτωλούς· διότι εἶπεν ὁ θεός· Ἐγὼ οὐ κρίνω ὑμᾶς, ἀλλὰ πᾶς ἄνθρωπος ἐξ ἀνθρώπου κριθήσεται· τούτου χάριν αὐτῷ δέδωκεν κρίσιν, κρῖναι τὸν κόσμον μέχρι τῆς μεγάλης καὶ ἐνδόξου αὐτοῦ παρουσίας· καὶ τότε, δίκαιε Ἁβραὰμ, γίνεται τελεία κρίσις καὶ ἀνταπόδοσις, αἰωνία καὶ ἀμετάθετος, ἣν οὐδεὶς δύναται ἀνακρῖναι· πᾶς γὰρ ἄνθρωπος ἐκ τοῦ πρωτοπλάστου γεγέννηται, καὶ διὰ τοῦτο ἐνταῦθα πρῶτον ἐκ τοῦ υἱοῦ αὐτοῦ κρίνονται· καὶ ἐν τῇ δευτέρᾳ παρουσίᾳ κριθήσονται ὑπὸ τῶν δώδεκα φυλῶν τοῦ Ἰσραὴλ, καὶ πᾶσα πνοὴ καὶ πᾶσα κτίσις. τὸ δὲ τρίτον, ὑπὸ τοῦ δεσπότου θεοῦ τῶν ἁπάντων κριθήσονται καὶ τότε λοιπὸν τῆς κρίσεως ἐκείνης τὸ τέλος ἐγγὺς, καὶ φοβερὰ ἡ ἀπόφασις, καὶ ὁ λύων οὐδείς· καὶ λοιπὸν διὰ τριῶν βημάτων γίνεται ἡ κρίσις τοῦ κόσμου καὶ ἡ ἀνταπόδοσις· καὶ διὰ τοῦτο ἐπὶ ἑνὸς ἡ δύο μαρτύρων οὐκ ἀσφαλίζεται λόγος εἰς τέλος· ἀλλʼ ἐπὶ τριῶν μαρτύρων σταθήσεται πὰν ῥῆμα. οἱ δὲ δύο ἄγγελοι ὁ ἐκ δεξιῶν καὶ ὁ ἐξ ἀριστερῶν, οὗτοί εἰσιν οἱ ἀπογραφόμενοι τὰς ἁμαρτίας καὶ τὰς δικαιοσύνας· ὁ μὲν ἐκ δεξιῶν ἀπογράφεται τὰς δικαιοσύνας, ὁ δὲ ἐξ ἀριστερῶν τὰς ἁμαρτίας. ὁ δὲ ἡλιόμορφος ἄγγελος, ὁ τὸν ζυγὸν κατέχων ἐν τῇ χειρὶ αὐτοῦ, οὗτός ἐστιν ὁ Δοκιὴλ ὁ ἀρχάγγελος ὁ δίκαιος ζυγοστάτης, καὶ ζυγιάζει τὰς δικαιοσύνας καὶ τὰς ἁμαρτίας ἐν δικαιοσύνῃ θεοῦ· ὁ δὲ πύρινος καὶ ἀνιλέως ἄγγελος, ὁ κατέχων ἐν τῇ χειρὶ αὐτοῦ τὸ πῦρ, οὗτός ἐστιν Πυρουὴλ ὁ ἀρχάγγελος ὁ ἐπὶ τοῦ πυρὸς ἔχων τὴν ἐξουσίαν, καὶ δοκιμάζει τὰ τῶν ἀνθρώπων ἔργα διὰ πυρός· καὶ εἴ τινος τὸ ἔργον κατακαύσει τὸ πῦρ, εὐθὺς λαμβάνει αὐτὸν ὁ ἄγγελος τῆς κρίσεως καὶ ἀποφέρει αὐτὸν εἰς τὸν τόπον τῶν ἁμαρτωλῶν, πικρότατον κολαστήριον. εἴ τινος δὲ τὸ ἔργον τὸ πῦρ δοκιμάσει καὶ μὴ ἅψεται αὐτοῦ, οὗτος δικαιοῦται, καὶ λαμβάνει αὐτὸν ὁ τῆς δικαιοσύνης ἄγγελος καὶ ἀναφέρει αὐτὸν εἰς τὸ σώζεσθαι ἐν τῷ κλήρῳ τῶν δικαίων· καὶ οὕτως, δικαιότατε Ἁβραὰμ, τὰ πάντα ἐν πᾶσιν ἐν πυρὶ καὶ ζυγῷ δοκιμάζονται.