Ancient Greek · ~10 min
Chapter 16
Testamentum Abrahae, The Testament of Abraham Recension A 16
Not analysed yet
XVI. τότε ὁ ὕψιστος λέγει· Κάλεσόν μοι ὡδε τὸν θάνατον τὸν κεκλημένον τὸ ἀναίσχυντον πρόσωπον καὶ ἀνέλεον βλέμμα. καὶ ἀπελθών Μιχαὴλ ὁ ἀσώματος εἶπεν τῷ θανάτῳ· Δεῦρο, καλεῖ σε ὁ δεσςπότης τῆς κτίσεως, ὁ ἀθάνατος βασιλεύς. ἀκούσας δὲ ὁ θάνατος ἔφριξεν καὶ ἐτρόμαξεν δειλίᾳ πολλῇ συνεχόμενος, καὶ ἐλθὼν μετὰ φόβου πολλοῦ ἔστη ἔμπροσθεν τοῦ ἀοράτου πατρὸς, φρίττων στένων καὶ τρέμων, ἀπεκδεχόμενος τὴν κέλευσιν τοῦ δεσπότου. λέγει οὖν ὁ ἀόρατος θεὸς πρὸς τὸν θάνατον· Δεῦρο, τὸ πικρὸν καὶ ἄγριον τοῦ κόσμου ὄνομα, κρύψον σου τὴν ἀγριότητα, σκέπασόν σου τὴν σαπρίαν, καὶ τὴν πικρίαν σου ἀπό σου ἀποβαλοῦ, καὶ περιβαλοῦ τὴν ὡραιὀπητά σου καὶ πᾶσαν τὴν δόξαν σου, καὶ κάτελθε εἰς τὸν φίλον μου τὸν Ἀβραὰμ καὶ λάβε αὐτὸν καὶ ἄγαςγε αὐτὸν πρός μεʼ ἀλλὰ καὶ νῦν λέγω σοι ὅτι μὴ ἐκφοβήσῃς αὐτὸν ἀλλὰ μετὰ κολακίας τοῦτον παράλαβε, ὅτι φίλος μου γνήσιος ὑπάρχει. ταῦτα ἀκούσας ὁ θάνατος ἐξῆλθεν ἀπὸ προσώπου τοῦ ὑψίστου καὶ περιεβάλετο στολήν λαμπροτάτην καὶ ἐποίησεν ὄψιν ἡλιόμορφον καὶ γέγονεν εὐπρεπὴς καὶ ὡραῖος ὑπὲρ τοὺς υἱοὺς τῶν ἀνθρώπων, ἀρχαγγέλου μορφήν περικείμενος, τάς παρειὰς αὐτοῦ πυρὶ ἀστράπτων, καὶ ἀπῆλθεν πρὸς τὸν Ἀβραάμ. ὁ δὲ δίκαιος Ἀβραὰμ ἐξῆλθεν ἐκ τοῦ τρικλίνου αὐτοῦ καὶ ἐκάθητο ὑποκάτω τῶν δένδρων τῶν Μαμβρινῶν, τὴν σιαγόνα αὐτοῦ τῇ χειρὶ κατέχων καὶ ἐκδεχόμενος τὴν ἔλευσιν τοῦ ἀρχαγγέλου Μιχαήλ. καὶ ἰδοὺ ὀσμὴ εὐωδίας ἤρχετο πρὸς αὐτὸν, καὶ φωτὸς ἀπαύγασμα περιστραφεὶς δὲ Ἀβραὰμ εἶδεν τὸν θάνατον ἐρχόμενον πρὸς αὐτὸν ἐν πολλῇ δόξῃ καὶ ὡραιότητι· καὶ ἀναστὰς Ἁβραὰμ ὑπήντησεν αὐτῷ, νομίζων εἶναι τὸν ἀρχιστράτηγον τοῦ θεοῦ· καὶ ἰδὼν αὐτὸν ὁ θάνατος προσεκύνησεν αὐτὸν λέγων· Χαίροις, τίμιε Ἀβραὰμ, δικαία ψυχή, φίλε γνήσιε τοῦ θεοῦ τοῦ ὑψίστου, καὶ τῶν ἀγίων ἀγγέλων ὁμόσκηνε. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Χαίροις ἡλιόρατε, ἡλιόμορφε, συλλήπτωρ ἐνδοξότατε, φωτοφόρε, ἀνὴρ θαυμάσιε, πόθεν ἥκει ἡ σὴ ἐνδοξότης πρὸς ἡμᾶς, καὶ τίς εἶ σὺ, καὶ πόθεν ἐλήλυθας; λέγει οὖν ὁ θάνατος· Ἀβραὰμ δικαιότατε, ἰδοὺ λέγω σοι τὴν ἀλήθειαν· ἐγὼ εἰμὶ τὸ πικρὸν τοῦ θανάτου ποτήριον. λέγει αὐτῷ Ἀβραάμ· Οὐχὶ, ἀλλὰ σὺ εἶ εὐπρέπεια τοῦ κόσμου, σὺ εἶ ἡ δόξα καὶ τὸ κάλλος τῶν ἀγγέλων καὶ τῶν ἀνθρώπων, σὺ εἶ πάσης μορφῆς εὐμορφότερος, καὶ λέγεις ὅτι Ἐγὼ εἰμὶ τὸ πικρὸν τοῦ θανάτου ποτήριον καὶ οὐ λέγεις μᾶλλον ὅτι Ἐγὼ εἰμὶ παντὸς ἀγαθοῦ εὐμορφότερος; εἶπεν δὲ ὁ θάνατος· Ἐγὼ γὰρ λέγω σοι τὴν ἀλήθειαν· ὅπερ ὠνόμασέν με ὁ θεὸς, ἐκεῖνο καὶ λέγω σοι. εἶπεν δὲ Ἁβραάμ· Εἰς τί ἐλήλυθας ὧδε; εἶπεν δὲ ὁ θάνατος· Διὰ τὴν σὴν ἁγίαν ψυχήν παραγέγονα. λέγει οὖν Ἁβραάμ· Οἰδα τί λέγεις, ἀλλʼ οὐ μή σε ἀκολουθήσω. ὁ δὲ θάνατος ἐν σιωπῇ γενόμενος οὐκ ἀπεκρίθη αὐτῷ λόγον.