Ancient Greek · ~11 min
Chapter 17
Testamentum Abrahae, The Testament of Abraham Recension A 17
Not analysed yet
XVII. ἀνέστη δὲ Ἁβραὰμ καὶ ἦλθεν εἰς τὸν οἶκον αὐτοῦ· ἠκολούθει δὲ καὶ ὁ θάνατος ἕως ἐκεῖ· ἀνέβη δὲ Ἁβραὰμ εἰς τὸ τρίκλινον αὐτοῦ· ἀνέβη δὲ καὶ ὁ θάνατος μετʼ αὐτοῦ· ἀνέπεσεν δὲ Ἁβραὰμ ἐπὶ τῆς κλίνης αὐτοῦ· ἠλθεν δὲ καὶ ὁ θάνατος καὶ ἐκαθέσθη παρὰ τοὺς πόδας αὐτοῦ. εἶπεν δὲ Ἁβραάμ· Ἄπελθε, ἄπελθε ἀπʼ ἐμοῦ, ὅτι θέλω ἀναπαύεσθαι ἐν τῇ κλίνῃ μου. λέγει ὁ θάνατος· Οὐκ ἀναχωρῶ ἕως οὗ λάβω τὸ πνεῦμά σου ἀπό σου. λέγει αὐτῷ Ἁβραάμ· Κατὰ τοῦ θεοῦ τοῦ ἀθανάτου σοι λέγω ἵνα μοι εἴπῃς τὸ ἀληθές· σὺ εἶ ὁ θάνατος; λέγει αὐτῷ ὁ θάνατος· Ἐγὼ εἰμὶ ὁ θάνατος· ἑγὼ εἰμὶ ὁ τὸν κόσμον λυμαίνων. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἐπειδὴ σὺ εἶ ὁ θάνατος, ἀνάγγειλόν μοι, καὶ πρὸς πάντας οὕτως ἀπέρχῃ ἐν εὐμορφίᾳ καὶ δόξῃ καὶ ὡραιότητι τοιαύτῃ; καὶ ὁ θάνατος εἶπεν· Οὐχὶ, κύριέ μου Ἁβραάμ· αἱ γὰρ δικαιοσύναι σου καὶ τὸ ἄμετρον πέλαγος τῆς φιλοξενίας σου καὶ τὸ μέγεθος τῆς ἀγάπης σου τῆς πρὸς θεὸν ἐγένετο στέφανος ἐπὶ τῆς ἐμῆς κεφαλῆς, καὶ ἐν ὡραιότητι καὶ ἐν ἡσυχίᾳ πολλῇ καὶ κολακίᾳ προσέρχομαι τοῖς δικαίοις· τοῖς δὲ ἁμαρτωλοῖς προσέρχομαι ἐν πολλῇ σαπρίᾳ καὶ ἀγριότητι καὶ μεγίστῃ πικρίᾳ καὶ ἀγρίῳ τῷ βλέμματι καὶ ἀνίλεῳ. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἐπάκουσόν μου καὶ δεῖξόν μοι τὴν ἀγριότητά σου καὶ πᾶσαν τὴν σαπρίαν καὶ πικρίαν. καὶ εἶπεν ὁ θάνατος· Οὐ μὴ δυνηθῇς θεάσασθαι τὴν ἐμὴν ἀγριότητα, δικαιότατε Ἁβραάμ. εἶπεν δὲ Ἁβραάμ· Ναὶ, δυνήσομαι θεάσασθαί σου πᾶσαν τὴν ἀγριότητα ἕνεκεν τοῦ ὀνόματος τοῦ θεοῦ τοῦ ζῶντος, ὅτι ἡ δύναμις τοῦ θεοῦ μου τοῦ ἐπουρανίου μετʼ ἐμοῦ ἐστίν. τότε ὁ θάνατος ἀπεδύσατο πᾶσαν αὐτοῦ τὴν ὡραιότητα καὶ τὸ κάλλος, καὶ πᾶσαν τὴν δόξαν καὶ τὴν ἡλιόμορφον μορφὴν ἣν περιέκειτο, καὶ περιεβάλετο στολήν τυραννικήν, καὶ ἐποίησεν ὄψιν ζοφερὰν καὶ παντοίων θηρίων ἀγριωτέραν καὶ πάσης ἀκαθαρσίας ἀκαθαρσιωτέραν· καὶ ἐπέδειξεν τῷ Ἁβραὰμ κεφαλὰς δρακόντων πυρίνους ἑπτὰ, καὶ πρόσωπα δεκατέσσαρα, πυρὸς φλογεστάτου καὶ πολλῆς ἀγριότητος, καὶ πρόσωπον σκοτοειδὲς καὶ πρόσωπον ἐχίδνης ζοφωδέστατον καὶ πρόσωπον κρημνοῦ φρικοωδεστάτου καὶ πρόσωπον ἀσπίδος ἀγριώτερον καὶ πρόσωπον λέοντος φοβεροῦ καὶ πρόσωπον κεραστοῦ καὶ βασιλίσκου· ἔδειξεν δὲ καὶ πρόσωπον ῥομφαίας πυρίνης καὶ πρόσωπον ξιφηφόρον καὶ πρόσωπον ἀστραπῆς φοβερῶς ἐξαστράπτον καὶ ἦχος βροντῆς φοβερᾶς· ἔδειξεν δὲ καὶ ἕτερον πρόσωπον θαλάσσης ἀγρίας κυματιζούσης καὶ ποταμὸν ἄγριον κοχλάζντα καὶ δράκοντα τρικέφαλον φοβερὸν καὶ ποτήριον μεμεστωμένον φαρμάκων, καὶ ἁπλῶς εἰπεῖν ἔδειξεν αὐτῷ πολλὴν ἀγριότητα καὶ πικρίαν ἀβάστακτον καὶ πᾶσαν νόσον θανατηφόρον ὡς τῆς ὀσμῆς τοῦ θανάτου. καὶ ἐκ τῆς πολλῆς πικρίας καὶ ἀγριότητος ἐτελεύτησαν παῖδες καὶ παιδίσκαι τὸν ἀριθμὸν ὡσεὶ χιλιάδες ἑπτά· καὶ ὁ δίκαιος Ἁβραὰμ ἦλθεν εἰς ὀλιγωρίαν θανάτου ὥστε ἐκλείπειν τὸ πνεῦμα αὐτοῦ.