Ancient Greek · ~11 min
Chapter 19
Testamentum Abrahae, The Testament of Abraham Recension A 19
Not analysed yet
XIX. καὶ ἀνελθών ἐν τῷ τρικλίνῳ αὐτοῦ, ἀνέπεσεν· ἐλθών δὲ καὶ ὁ θάνατος ἔστη ἔμπροσθεν αὐτοῦ. εἶπεν δὲ Ἁβραάμ πρὸς αὐτόν· Ἔξελθε ἀπʼ ἐμοῦ ὅτι θέλω ἀναπαύεσθαι ὅτι ἐν ὀλιγωρίᾳ περίκειται τὸ πνεῦμά μου. καὶ ὁ θάνατος εἶπεν· Οὐκ ἀναχωρῶ ἀπό σου ἕως οὗ λάβω τὴν ψυχήν σου. καὶ ὁ Ἁβραὰμ αὐστηρῷ τῷ προσώπῳ καὶ ὀργιλῷ τῷ βλέμματι εἶπεν πρὸς τὸν θάνατον· Τίς ὁ προστάξας σοι ταῦτα λέγειν; σὺ ἀφʼ ἑαυτοῦ λέγεις ταῦτα τὰ ῥήματα καυχώμενος, καὶ οὐ μή σε ἀκολουθήσω, ἕως οὗ ὁ ἀρχιστράτηγος Μιχαὴλ ἔλθῃ πρός με καὶ ἀπέλθω μετʼ αὐτοῦ· ἀλλὰ καὶ τοῦτο λέγω σοι, εἰ μὲν θέλεις ἵνα ἀκολουθήσω σοι, δίδαξόν με πάσας σου τὰς μεταμορφώσεις, τὰς ἑπτὰ κεφαλὰς τῶν δρακόντων τὰς πυρίνας, καὶ τί τὸ πρόσωπον τοῦ κρημνοῦ, καὶ τίς ἡ ῥομφαία ἡ ἀπότομος, καὶ τίς ὁ ποταμὸς ὁ μεγάλα κοχλάζων, καὶ τίς ἡ βεβορβορωμένη θάλασσα ἡ ἀγρίως κυματίζουσα· δίδαξόν με καὶ περὶ τῆς βροντῆς τῆς ἀνυποφόρου καὶ τῆς φοβερᾶς ἀστραπῆς καὶ τί τὸ ποτήριον τὸ δυσῶδες τὸ φάρμακα μεμεστωμένον· δίδαξόν με περὶ πάντων. καὶ ὁ θάνατος εἶπεν· Ἄκουσον, δίκαιε Ἁβραὰμ, τοὺς ἑπτὰ αἰῶνας ἐγὼ λυμαίνω τὸν κόσμον καὶ πάντας εἰς ἄδην κατάςγω, βασιλεῖς καὶ ἄρχοντας, πλουσίους καὶ πένητας, δούλους καὶ ἐλευθέρους εἰς πυθμένα ᾄδου παραπέμπω· καὶ διὰ τοῦτο ἔδειξά σοι τὰς ἑπτὰ κεφαλάς τῶν δρακόντων· τὸ δὲ πρόσωπον τοῦ πυρὸς ἔδειξά σοι, διότι πολλοὶ ὑπὸ πυρὸς κεκαυμένοι τελευτῶσιν καὶ διὰ προσώπου πυρὸς τὸν θάνατον βλέπουσιν· τὸ δὲ πρόσωπον τοῦ κρημνοῦ ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἀπὸ ὕψους δένδρων ἢ κρημνῶν φοβερῶν κατερχόμενοι, καὶ ἀνύπαρκτοι γινόμενοι, τελευτῶσιν, καὶ εἰς τύπον κρημνοῦ φοβεροῦ θεωροῦσιν τὸν θάνατον· τὸ δὲ πρόσωπον τῆς ῥομφαίας ἔδειξά σοι, διότι πολλοὶ ἐν πολέμοις ὑπὸ ῥομφαίας ἀναιροῦνται, καὶ θεωροῦσιν ἐν ῥομφαίᾳ τὸν θάνατον· τὸ δὲ πρόσωπον τοῦ μεγάλου ποταμοῦ τοῦ κοχλάζοντος ἔδειξά σοι, διότι πολλοὶ ὑπὸ ἐμβάσεως ὑδάτων πολλῶν ἁρπαζόμενοι καὶ ὑπὸ μεγίστων ποταμῶν ἐπαιρόμενοι ἀποπνίγονται καὶ τελευτῶσιν καὶ ἀώρως τὸν θάνατον βλέπουσιν· τὸ δὲ πρόσωπον τῆς θαλάσσης τῆς ἀγρίας κυματιζούσης ἔδειξά σοι, διότι πολλοὶ ἐν θαλάσσῃ κλυδωνίῳ μεγάλῳ περιπεσόντες ναυάγιοι γεγονότες ὑποβρύχιοι γίνονται θαλάσσιον θάνατον βλέποντες· τὴν δὲ βροντὴν τὴν ἀνυπόφορον καὶ τὴν φοβεράν ἀστραπὴν ἔδειξά σοι διότι πολλοὶ τῶν ἀνθρώπων ἐν ὥρᾳ θυμοῦ τυχόντες βροντῆς ἀνυποφόρου καὶ ἀστραπῆς φοβερᾶς ἐλθούσης ἐν ἁρπαγῇ ἀνθρώπων γίνονται καὶ οὕτως τὸν θάνατον βλέπουσιν· ἔδειξά σοι καὶ θηρία ἰοβόλα, ἀσπίδας καὶ βασιλίσκους καὶ παρδάλεις καὶ λέοντας καὶ σκύμνους καὶ ἄρκους καὶ ἐχίδνας καὶ ἁπλῶς εἰπεῖν παντὸς θηρίου πρόσωπον ἔδειξά σοι, δικαιότατε, διότι πολλοὶ τῶν ἀνθρώπων ὑπὸ θηρίων ἀναιροῦνται, ἕτεροι δὲ ὑπὸ ὄφεων ἰοβόλων δρακόντων καὶ ἀσπίδων καὶ κεραστῶν καὶ βασιλίσκων καὶ ἐχίδνης ἀποφυσούμενοι ἐκλείπουσιν· ἔδειξά σοι δὲ καὶ ποτήρια δηλητήρια φάρμακα μεμεστωμένα διότι πολλοὶ τῶν ἀνθρώπων ὑπὸ ἑτέρων ἀνθρώπων φάρμακα ποτισθέντες παρʼ εὐθὺς ἀπαλλάσσονται παραλόγως.