Ancient Greek · ~10 min
Chapter 20
Testamentum Abrahae, The Testament of Abraham Recension A 20
Not analysed yet
XX. εἶπεν δὲ Ἁβραάμ· Δέομαί σου, ἔστιν καὶ παράλογος θάνατος; ἀνάγγειλόν μοι. λέγει ὁ θάνατος· Ἀμὴν ἀμὴν, λέγω σοι ἐν ἀληθείᾳ θεοῦ, ὅτι ἑβδομήκοντα δύο εἰσὶν θάνατοι· καὶ εἶς μὲν θάνατος ὑπάρχει ὁ δίκαιος ὁ ἔχων ὅρον· καὶ πολλοὶ τῶν ἀνθρώπων παρὰ μίαν ὥραν εἰς θάνατον ἔρχονται παραδιδόμενοι τῷ τάφῳ· ἰδοὺ γὰρ ἀνήγγειλά σοι πάντα ὅσα ᾐτήσω· ἄρτι λέγω σοι, δικαιότατε Ἁβραὰμ, ἄφησαι πᾶσαν βουλὴν καὶ κατάλιπε τοῦ ἐρωτᾷν τι ἅπαξ· καὶ δεῦρο ἀκολούθει μοι καθὼς ὁ θεὸς καὶ κριτὴς τῶν ἀπάντων προσέταξέν μοι. εἶπεν δὲ Ἁβραὰμ πρὸς τὸν θάνατον· Ἄπελθε ἀπʼ ἐμοῦ ἔτι μικρὸν, ἵνα ἀναπαύσωμαι ἐν τῇ κλίνῃ μου, ὅτι ἀθυμία πολλή μοι ἐστίν· ἀφʼ οὗ γὰρ ἐθεασάμην σε τοῖς ὀφθαλμοῖς μου, ἡ ἰσχύς μου ἐξέλιπεν, πάντα δὲ τὰ μέλη τῆς σαρκός μου δίκην μολύβδου βάρος μοι φαίνονται, καὶ τὸ πνεῦμά μου ἐπὶ πολὺ ταλανίζεται. μεταστῆθι ἐν ὀλίγοις· εἶπον γὰρ, οὐχ ὑποφέρω θεωρεῖν σου τὸ εἶδος. ἠλθεν δὲ Ἰσαὰκ ὁ υἱὸς αὐτοῦ καὶ ἔπεσεν ἐπὶ τὸ στῆθος αὐτοῦ κλαίων· ἦλθεν δὲ καὶ ἡ γυνὴ αὐτοῦ Σάρρα καὶ περιεπλάκη τοῖς ποσὶν αὐτοῦ ὀδυρομένη πικρῶς. ἤλθοσαν καὶ πάντες οἱ δοῦλοι αὐτοῦ καὶ αἱ δοῦλαι καὶ περιεκύκλουν τὴν κλίνην αὐτοῦ ὀδυρόμενοι σφόδρα. ὁ δὲ Ἁβραὰμ ἦλθεν εἰς ὀλιγωρίαν θανάτου· καὶ εἶπεν ὁ θάνατος πρὸς τὸν Ἁβραάμ· Δεῦρο ἄσπασαι τὴν δεξιάν μου· καὶ ἔλθῃ σοι ἱλαρότης καὶ ζωὴ καὶ δύναμις. πεπλάνηκεν γὰρ τὸν Ἁβραὰμ ὁ θάνατος· καὶ ἠσπάσατο τὴν χεῖρα αὐτοῦ, καὶ εὐθέως ἐκολλᾶτο ἡ ψυχὴ αὐτοῦ ἐν τῇ χειρὶ τοῦ θανάτου· καὶ εὐθέως παρέστη Μιχαὴλ ὁ ἀρχάγγελος μετὰ πλήθους ἀγγέλων, καὶ ᾖραν τὴν τιμίαν αὐτοῦ ψυχὴν ἐν ταῖς χερσὶν αὐτῶν ἐν σινδόνι θεοῦφαντῷ· καὶ μυρίσμασι θεοπνεύστοις καὶ ἀρώμασιν ἐκήδευσαν τὸ σῶμα τοῦ δικαίου Ἁβραὰμ ἕως τρίτης ἡμέρας τῆς τελειώσεως αὐτοῦ, καὶ ἔθαψαν αὐτὸν ἐν τῇ γῇ τῆς ἐπαγγελίας, ἐν τῇ δρυῒ τῇ Μαμβρῆ, τήν τε τιμίαν αὐτοῦ ψυχὴν ὠψίκευον οἱ ἄγγελοι καὶ ἀνήρχοντο εἰς τὸν οὐρανὸν ψάλλοντες τὸν τρισάγιον ὕμνον τῷ δεσπότῃ τῶν ὅλων θεῷ, καὶ ἔστησαν αὐτὴν εἰς προσκύνησιν τοῦ θεοῦ καὶ πατρός· καὶ δὴ πολλῆς ἀνυμνήσεως καὶ δοξολογίας γενομένης πρὸς κύριον, προσκυνήσαντος δὲ τοῦ Ἁβραὰμ, ἦλθεν ἡ ἄχραντος φωνὴ τοῦ θεοῦ καὶ πατρὸς λέγουσα οὕτως· Ἄρατε οὖν τὸν φίλον μου τὸν Ἁβραὰμ εἰς τὸν παράδεισον, ἔνθα εἰσὶν αἱ σκηναὶ τῶν δικαίων μου καὶ μοναὶ τῶν ἁγίων μου Ἰσαὰκ καὶ Ἰακὼβ ἐν τῷ κόλπῳ αὐτοῦ, ἔνθα οὐκ ἔστιν πόνος, οὐ λύπη, οὐ στεναγμός, ἀλλʼ εἰρήνη καὶ ἀγαλλίασις καὶ ζωὴ ἀτελεύτητος.