Ancient Greek · ~7 min
Chapter 3
Testamentum Abrahae, The Testament of Abraham Recension A 3
Not analysed yet
III. ἀπερχομένων δὲ αὐτῶν ἀπὸ τοῦ ἀγροῦ πρὸς τὸν αὐτοῦ, κατὰ τῆς ὁδοῦ ἐκείνης ἵστατο δένδρον κυπάρισσος· καὶ κατὰ πρόσταξιν τοῦ θεοῦ ἐβόησεν τὸ δένδρον ἀνθρωπίνῃ φωνῇ, καὶ εἶπεν· Ἅγιος, ἅγιος, ἅγιος κύριος ὁ θεὸς ὁ προσκαλούμενος αὐτὸν τοῖς ἀγαπῶσιν αὐτόν. ἔκρυψεν δὲ Ἁβραὰμ τὸ μυστήριον, νομίσας ὅτι ὁ ἀρχιστράτηγος τὴν φωνὴν τοῦ δένδρου οὐκ ἤκουσεν. ἐλθόντες δὲ πλησίον τοῦ οἴκου ἐν τῇ αὐλῇ ἐκαθέσθησαν· καὶ ἰδὼν ὁ Ἰσαὰκ τὴν πρόσωψιν τοῦ ἀγγέλου εἶπεν πρὸς Σάρραν τὴν μητέρα αὐτοῦ· Κυρία μου μῆτερ, ἰδοὺ ὁ ἄνθρωπος ὁ καθεζόμενος μετὰ τοῦ πατρός μου Ἁβραὰμ υἱὸς οὐκ ἔστιν ἀπὸ τοῦ γένους τῶν κατοικούντων ἐπὶ τῆς γῆς. καὶ ἔδραμεν Ἰσαὰκ, καὶ προσεκύνησεν αὐτὸν καὶ προσέπεσεν τοῖς ποσὶν τοῦ ἀσωμάτου· καὶ ὁ ἀσώματος ηὐλόγησεν αὐτὸν καὶ εἶπεν· Χαρίσεταί σοι κύριος ὁ θεὸς τὴν ἐπαγγελίαν αὐτοῦ ἣν ἐπηγγείλατο τῷ πατρί σου Ἁβραὰμ καὶ τῷ σπέρματι αὐτοῦ, καὶ χαρίσεταί σοι καὶ τὴν τιμίαν εὐχὴν τοῦ πατρός σου καὶ τῆς μητρός σου. εἶπεν δὲ Ἁβραὰμ πρὸς Ἰσαὰκ τὸν υἱὸν αὐτοῦ· Τέκνον Ἰσαὰκ, ἄντλησον ὕδωρ ἀπὸ τοῦ φρέατος καὶ ἔνεγκέ μοι ἐπὶ τῆς λεκάνης ἵνα νίψωμεν τοῦ ἀνθρώπου τούτου τοῦ ἐπιξένου τοὺς πόδας, ὅτι ἀπὸ μακρᾶς ὁδοῦ πρὸς ἡμᾶς ἐλθὼν ἐκοπίασεν. δραμὼν δὲ Ἰσαὰκ εἰς τὸ φρέαρ ἤντλησεν ὕδωρ ἐπὶ τῆς λεκάνης καὶ ἤνεγκεν πρὸς αὐτούς· προσελθὼν δὲ Ἁβραὰμ ἔνιψεν τοὺς πόδας τοῦ ἀρχιστρατήγου Μιχαήλ· ἐκινήθησαν δὲ τὰ σπλάγχνα τοῦ Ἁβραὰμ καὶ ἐδάκρυσεν ἐπὶ τὸν ξένον. ἰδὼν δὲ Ἰσαὰκ τὸν πατέρα αὐτοῦ κλαίοντα, ἔκλαυσεν καὶ αὐτός· ἰδὼν δὲ ὁ ἀρχιστράτηγος αὐτοὺς κλαίοντας συνεδάκρυσεν καὶ αὐτὸς μετʼ αὐτῶν, καὶ ἔπιπτον τὰ δάκρυα τοῦ ἀρχιστρατήγου ἐπὶ τῆς λεκάνης εἰς τὸ ὕδωρ τοῦ νιπτῆρος, καὶ ἐγένοντο λίθοι πολύτιμοι· ἰδὼν δὲ ὁ Ἁβραὰμ τὸ θαῦμα καὶ ἐκπλαγεὶς ἔλαβεν τοὺς λίθους κρυφαίως καὶ ἔκρυψεν τὸ μυστήριον, μόνος ἔχων ἐν τῇ καρδίᾳ αὐτοῦ.